Book 20
22.4
Εἰλείθυιαν δὲ λαβεῖν τὴν περὶ τὰς τικτούσας ἐπιμέλειαν καὶ θεραπείαν τῶν ἐν τῷ τίκτειν κακοπαθουσῶν. διὸ καὶ τὰς ἐν τοῖς τοιούτοις κινδυνευούσας γυναῖκας ἐπικαλεῖσθαι μάλιστα τὴν θεὸν ταύτην.
arg.
περὶ τοῦ Βοιωτικοῦ πολέμου καὶ τῶν πραχθέντων ἐν αὐτῷ.
23.5
Ἄρτεμιν δέ φασιν εὑρεῖν τὴν τῶν νηπίων παιδίων θεραπείαν καὶ τροφάς τινας ἁρμοζούσας τῇ φύσει τῶν βρεφῶν·
arg.
Τριβαλλῶν στρατεία ἐπὶ Ἄβδηρα.
23.6
ἀφʼ ἧς αἰτίας καὶ κουροτρόφον αὐτὴν ὀνομάζεσθαι. τῶν δʼ ὀνομαζομένων Ὡρῶν ἑκάστῃ δοθῆναι τὴν ἐπώνυμον τάξιν τε καὶ τοῦ βίου διακόσμησιν ἐπὶ τῇ μεγίστῃ τῶν ἀνθρώπων ὠφελείᾳ· μηδὲν γὰρ εἶναι μᾶλλον δυνάμενον εὐδαίμονα βίον παρασκευάσαι τῆς εὐνομίας καὶ δίκης καὶ εἰρήνης.
arg.
στρατεία Περσῶν ἐπʼ Αἴγυπτον.
23.7
Ἀθηνᾷ δὲ προσάπτουσι τήν τε τῶν ἐλαιῶν ἡμέρωσιν καὶ φυτείαν παραδοῦναι τοῖς ἀνθρώποις καὶ τὴν τοῦ καρποῦ τούτου κατεργασίαν· πρὸ γὰρ τοῦ γενέσθαι τὴν θεὸν ταύτην ὑπάρξαι μὲν τὸ γένος τοῦτο τῶν δένδρων μετὰ τῆς ἄλλης ἀγρίας ὕλης, τὴν μέντοι γʼ ἐπιμέλειαν ταύτης οὐκ εἶναι καὶ τὴν ἐμπειρίαν τὴν ἔτι καὶ νῦν γινομένην περὶ τούτων.
arg.
ὡς Θηβαῖοι Λακεδαιμονίους ἐπιφανεστάτῃ μάχῃ νικήσαντες ἐν Λεύκτροις ἀντεποιήσαντο τῆς τῶν Ἑλλήνων ἡγεμονίας.
23.8
πρὸς δὲ τούτοις τὴν τῆς ἐσθῆτος κατασκευὴν καὶ τὴν τεκτονικὴν τέχνην, ἔτι δὲ πολλὰ τῶν ἐν ταῖς ἄλλαις ἐπιστήμαις εἰσηγήσασθαι τοῖς ἀνθρώποις· εὑρεῖν δὲ καὶ τὴν τῶν αὐλῶν κατασκευὴν καὶ τὴν διὰ τούτων συντελουμένην μουσικὴν καὶ τὸ σύνολον πολλὰ τῶν φιλοτέχνων ἔργων, ἀφʼ ὧν ἐργάνην αὐτὴν προσαγορεύεσθαι.
arg.
τὰ πραχθέντα Θηβαίοις κατὰ τὰς εἰς Πελοπόννησον εἰσβολάς.