Book 20
19.4
συστῆναι δὲ καὶ ἄλλους πολέμους αὐτῷ πρὸς γίγαντας, τῆς μὲν Μακεδονίας περὶ τὴν Παλλήνην, τῆς δʼ Ἰταλίας κατὰ τὸ πεδίον, ὃ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου Φλεγραῖον ὠνομάζετο, κατὰ δὲ τοὺς ὕστερον χρόνους Κυμαῖον προσηγόρευον.
arg.
περὶ τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων.
19.5
κολασθῆναι δὲ τοὺς γίγαντας ὑπὸ Διὸς διὰ τὴν εἰς τοὺς ἄλλους ἀνθρώπους παρανομίαν καὶ διὰ τὸ ταῖς τοῦ σώματος ὑπεροχαῖς καὶ ῥώμαις πεποιθότας καταδουλοῦσθαι μὲν τοὺς πλησιοχώρους, ἀπειθεῖν δὲ τοῖς περὶ τοῦ δικαίου τιθεμένοις νόμοις, πόλεμον δʼ ἐκφέρειν πρὸς τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας ὑπὸ πάντων θεοὺς νομιζομένους.
arg.
περὶ τῆς Τιριβάζου συλλήψεως καὶ τῆς ἀπολύσεως αὐτοῦ.
19.6
τὸν δʼ οὖν Δία λέγουσι μὴ μόνον ἄρδην ἐξ ἀνθρώπων ἀφανίσαι τοὺς ἀσεβεῖς καὶ πονηρούς, ἀλλὰ καὶ τοῖς ἀρίστοις τῶν θεῶν καὶ ἡρώων, ἔτι δʼ ἀνδρῶν τὰς ἀξίας ἀπονεῖμαι τιμάς. διὰ δὲ τὸ μέγεθος τῶν εὐεργεσιῶν καὶ τὴν ὑπεροχὴν τῆς δυνάμεως συμφώνως αὐτῷ παρὰ πάντων συγκεχωρῆσθαι τήν τε βασιλείαν εἰς τὸν ἀεὶ χρόνον καὶ τὴν οἴκησιν τὴν ἐν Ὀλύμπῳ.
arg.
περὶ τοῦ Γλῶ θανάτου καὶ τῆς Ὀρόντου καταγνώσεως.
72.1
καταδειχθῆναι δὲ καὶ θυσίας αὐτῷ συντελεῖν ὑπὲρ τοὺς ἄλλους ἅπαντας, καὶ μετὰ τὴν ἐκ γῆς μετάστασιν εἰς τὸν οὐρανὸν ἐγγενέσθαι δόξας δικαίους ἐν ταῖς τῶν εὖ πεπονθότων ψυχαῖς, ὡς ἁπάντων τῶν γινομένων κατʼ οὐρανὸν οὗτος εἴη κύριος, λέγω δʼ ὄμβρων τε καὶ βροντῶν καὶ κεραυνῶν καὶ τῶν ἄλλων τῶν τοιούτων.
arg.
ὡς Ἀμύντας καὶ Λακεδαιμόνιοι πρὸς Ὀλυνθίους ἐπολέμησαν.
72.2
διόπερ αὐτὸν προσαγορευθῆναι Ζῆνα μὲν ἀπὸ τοῦ δοκεῖν τοῖς ἀνθρώποις αἴτιον εἶναι τοῦ ζῆν, ταῖς ἐκ τοῦ περιέχοντος εὐκρασίαις τοὺς καρποὺς ἀνάγοντα πρὸς τέλος, πατέρα δὲ διὰ τὴν φροντίδα καὶ τὴν εὔνοιαν τὴν εἰς ἅπαντας, ἔτι δὲ καὶ τὸ δοκεῖν ὥσπερ ἀρχηγὸν εἶναι τοῦ γένους τῶν ἀνθρώπων, ὕπατον δὲ καὶ βασιλέα διὰ τὴν τῆς ἀρχῆς ὑπεροχήν, εὐβουλέα δὲ καὶ μητιέτην διὰ τὴν ἐν τῷ βουλεύεσθαι καλῶς σύνεσιν.
arg.
ὡς Λακεδαιμόνιοι τὴν Καδμείαν κατελάβοντο.