Book 20
83.1
Λακεδαιμόνιοι δʼ ὁρῶντες τὰς μεγίστας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐφʼ ἑαυτοὺς συνισταμένας, ἐψηφίσαντο τόν τε Ἀγησίλαον ἐκ τῆς Ἀσίας μεταπέμψασθαι καὶ τὴν μετʼ αὐτοῦ δύναμιν, αὐτοὶ δὲ ἐν τοσούτῳ παρά τε σφῶν καὶ τῶν συμμάχων ἀθροίσαντες πεζοὺς μὲν δισμυρίους τρισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, ἀπήντησαν τοῖς πολεμίοις.
99.5
διόπερ ἐπὶ πολλοὺς χρόνους οἱ Φοίνικες διὰ τῆς τοιαύτης ἐμπορίας ἐπὶ πολὺ λαβόντες αὔξησιν ἀποικίας πολλὰς ἀπέστειλαν, τὰς μὲν εἰς Σικελίαν καὶ τὰς σύνεγγυς ταύτης νήσους, τὰς δʼ εἰς τὴν Λιβύην καὶ Σαρδόνα καὶ τὴν Ἰβηρίαν.
83.2
γενομένης δὲ παρατάξεως παρὰ τὸν Νεμέαν ποταμὸν μέχρι νυκτός, ἑκατέρων προετέρησε τὰ μέρη τοῦ στρατεύματος· καὶ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων ἔπεσον ἑκατὸν πρὸς τοῖς χιλίοις, Βοιωτῶν δὲ καὶ τῶν ἄλλων συμμάχων περὶ δισχιλίους ὀκτακοσίους.
36.1
ὕστερον δὲ πολλοῖς χρόνοις οἱ μὲν Ἴβηρες μαθόντες τὰ περὶ τὸν ἄργυρον ἰδιώματα κατεσκεύασαν ἀξιόλογα μέταλλα· διόπερ ἄργυρον κάλλιστον καὶ σχεδόν τι πλεῖστον κατασκευάζοντες μεγάλας ἐλάμβανον προσόδους. ὁ δὲ τρόπος τῆς μεταλλείας καὶ τῶν ἔργων τοιοῦτός τίς ἐστι παρὰ τοῖς Ἴβηρσιν.
83.3
Ἀγησίλαος δὲ τὴν δύναμιν ἐκ τῆς Ἀσίας διαβιβάσας εἰς τὴν Εὐρώπην, τὸ μὲν πρῶτον Θρᾳκῶν τινων ἀπαντησάντων αὐτῷ πολλῇ στρατιᾷ, μάχῃ τε ἐνίκησε καὶ τοὺς πλείστους τῶν βαρβάρων ἀνεῖλε· μετὰ δὲ ταῦτα διὰ Μακεδονίας τὴν πορείαν ἐποιεῖτο, τὴν αὐτὴν διεξιὼν χώραν ἣν καὶ Ξέρξης ἐπορεύθη, καθʼ ὃν καιρὸν ἐστράτευσεν ἐπὶ τοὺς Ἕλληνας.