Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

47.3 ὁ δὲ Διονύσιος πυθόμενος τὸ γινόμενον, οὐχ ὅπως ἠλέησε τοὺς ὑπὲρ ἄνθρωπον πάσχειν ἀναγκαζομένους, ἀλλὰ πᾶν τοὐναντίον ἐπαγαγὼν ζεύγη εἷλε τὴν πόαν τοῦ τόπου, ὥστε τὴν ὕλην ἅπασαν ἀφανισθῆναι.
8.2 προσενεχθείσης δὲ τῆς λάρνακος τῇ Δήλῳ τεκεῖν ἄρρενα, καὶ προσαγορεῦσαι τὸ παιδίον Ἄνιον. τὴν δὲ Ῥοιὼ παραδόξως σωθεῖσαν ἀναθεῖναι τὸ βρέφος ἐπὶ τὸν βωμὸν τοῦ Ἀπόλλωνος, καὶ ἐπεύξασθαι τῷ θεῷ, εἰ ἔστιν ἐξ ἐκείνου, σώζειν αὐτό. τὸν δʼ Ἀπόλλωνα μυθολογοῦσι τότε μὲν κρύψαι τὸ παιδίον, ὕστερον δὲ φροντίσαντα τῆς τροφῆς διδάξαι τὴν μαντικήν, καί τινας αὐτῷ περιτιθέναι μεγάλας τιμάς.
47.4 διόπερ ταῖς ὑπερβολαῖς τῶν κακῶν νικώμενοι παρέδωκαν τὴν πόλιν οἱ Ῥηγῖνοι τῷ τυράννῳ, τὴν πᾶσαν καθʼ αὐτῶν ἐπιτρέψαντες ἐξουσίαν. ὁ δὲ Διονύσιος κατὰ μὲν τὴν πόλιν εὗρε σωροὺς νεκρῶν, οἳ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ἐτετελευτήκεισαν· καὶ τοὺς ζῶντας δὲ νεκρῶν ἔχοντας διάθεσιν καὶ παρειμένους τὰ σώματα καταλαβών, ἤθροισεν αἰχμαλώτους πλείους τῶν ἑξακισχιλίων. τὸ μὲν οὖν πλῆθος ἀποστείλας εἰς Συρακούσας ἐκέλευσε τοὺς δόντας ἀργυρίου μνᾶν ἀπολυτροῦσθαι, τοὺς δʼ εὐπορῆσαι μὴ δυνηθέντας ἐλαφυροπώλησε.
8.3 τὰς δὲ τῆς φθαρείσης ἀδελφὰς Μολπαδίαν καὶ Παρθένον φυλαττούσας τὸν τοῦ πατρὸς οἶνον, προσφάτως κατʼ ἀνθρώπους εὑρημένον, εἰς ὕπνον κατενεχθῆναι· καθʼ ὃν δὴ καιρὸν τὰς τρεφομένας παρʼ αὐτοῖς ὗς εἰσελθεῖν, καὶ τόν τε ἔχοντα τὸν οἶνον κέραμον συντρῖψαι καὶ τὸν οἶνον διαφθεῖραι. τὰς δὲ παρθένους μαθούσας τὸ γεγονός, καὶ φοβηθείσας τὸ ἀπότομον τοῦ πατρός, φυγεῖν ἐπὶ τὸν αἰγιαλὸν καὶ ἀπό τινων πετρῶν ὑψηλῶν ἑαυτὰς ῥῖψαι.
112.1 Φύτωνα δὲ τὸν τῶν Ῥηγίνων στρατηγὸν συλλαβών, τὸν μὲν υἱὸν αὐτοῦ κατεπόντισεν, αὐτὸν δὲ τὸ μὲν πρῶτον ἔδησε πρὸς τὰς ὑψηλοτάτας μηχανάς, οἱονεὶ τραγικήν τινα τιμωρίαν λαμβάνων, προσέπεμψε δέ τινα τῶν ὑπηρετῶν ἐροῦντα πρὸς αὐτόν, ὡς ἐχθὲς αὐτοῦ τὸν υἱὸν Διονύσιος κατεπόντισε· πρὸς ὃν εἶπε Φύτων, διότι γέγονεν εὐτυχέστερος τοῦ πατρὸς ἡμέρᾳ μιᾷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme