Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

60.3 στόλῳ δʼ ἀξιολόγῳ πλεύσαντας εἰς τὴν Χερρόνησον τοὺς μὲν κατοικοῦντας αὐτὴν Κᾶρας ἐκβαλεῖν, αὐτοὺς δὲ κατοικήσαντας τὴν μὲν χώραν εἰς πέντε μέρη διελεῖν, καὶ πόλιν ἕκαστον κτίσαι θέμενον ἀφʼ ἑαυτοῦ τὴν προσηγορίαν.
46.2 τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι κακοπαθοῦντες τῷ πολέμῳ τῷ τε πρὸς τοὺς Ἕλληνας καὶ τῷ πρὸς τοὺς Πέρσας, Ἀνταλκίδαν τὸν ναύαρχον ἐξαπέστειλαν πρὸς Ἀρταξέρξην ὑπὲρ εἰρήνης.
60.4 οὐ πολὺ δὲ τούτων κατόπιν Ἴναχον τὸν Ἀργείων βασιλέα, ἀφανισθείσης τῆς θυγατρὸς Ἰοῦς, ἐξαποστεῖλαι Κύρνον, ἕνα τῶν ἡγεμονικῶν ἀνδρῶν, δόντα αὐτῷ στόλον ἀξιόλογον, καὶ προστάξαι ζητεῖν ἐν παντὶ τόπῳ τὴν Ἰώ, καὶ μὴ ἐπανελθεῖν, ἐὰν μὴ ταύτης ἐγκρατὴς γένηται.
46.3 διαλεχθέντος δʼ αὐτοῦ περὶ ὧν ἦν ἀπεσταλμένος ἐνδεχομένως, ὁ βασιλεὺς ἔφησεν ἐπὶ τοῖσδε ποιήσασθαι τὴν εἰρήνην· τὰς μὲν κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ὑπὸ βασιλέα τετάχθαι, τοὺς δʼ ἄλλους Ἕλληνας ἅπαντας αὐτονόμους εἶναι· τοῖς δὲ ἀπειθοῦσι καὶ μὴ προσδεχομένοις τὰς συνθήκας διὰ τῶν εὐδοκούντων πολεμήσειν.
60.5 ὁ δὲ Κύρνος ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης πλανηθεὶς καὶ μὴ δυνάμενος εὑρεῖν ταύτην, κατέπλευσε τῆς Καρίας εἰς τὴν προειρημένην Χερρόνησον· ἀπογνοὺς δὲ τὴν εἰς οἶκον ἀνακομιδὴν κατῴκησεν ἐν τῇ Χερρονήσῳ, καὶ τὰ μὲν πείσας, τὰ δʼ ἀναγκάσας ἐβασίλευσε μέρους τῆς χώρας καὶ πόλιν ἔκτισεν ὁμώνυμον ἑαυτῷ Κύρνον· πολιτευόμενος δὲ δημοτικῶς μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς συμπολιτευομένοις.
46.4 οἱ μὲν οὖν Λακεδαιμόνιοι τούτοις εὐδοκήσαντες ἡσυχίαν ἦγον, Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι καί τινες ἕτεροι τῶν Ἑλλήνων βαρέως ἔφερον ἐπὶ τῷ τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐγκαταλελεῖφθαι· καθʼ αὑτοὺς δὲ οὐκ ὄντες ἀξιόμαχοι, κατʼ ἀνάγκην συνεχώρησαν καὶ προσεδέξαντο τὴν εἰρήνην.
61.1 μετὰ δὲ ταῦτα Τριόπαν, ἕνα τῶν Ἡλίου καὶ Ῥόδου παίδων, φεύγοντα διὰ τὸν Τενάγεω τοῦ ἀδελφοῦ φόνον εἰς τὴν Χερρόνησον ἀφικέσθαι. ἐνταῦθα δὲ καθαρθέντα τὸν φόνον ὑπὸ Μελισσέως τοῦ βασιλέως εἰς τὴν Θετταλίαν πλεῦσαι ἐπὶ συμμαχίαν τοῖς Δευκαλίωνος παισί, καὶ συνεκβαλεῖν ἐκ τῆς Θετταλίας τοὺς Πελασγούς,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme