Book 20
1.3
ἥλιον δὲ κατὰ μὲν τὸν μῦθον ἐρασθέντα τῆς Ῥόδου τήν τε νῆσον ἀπʼ αὐτῆς ὀνομάσαι Ῥόδον καὶ τὸ ἐπιπολάζον ὕδωρ ἀφανίσαι· ὁ δʼ ἀληθὴς λόγος ὅτι κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν τῆς νήσου πηλώδους οὔσης ἔτι καὶ μαλακῆς, τὸν ἥλιον ἀναξηράναντα τὴν πολλὴν ὑγρότητα ζωογονῆσαι τὴν γῆν, καὶ γενέσθαι τοὺς κληθέντας ἀπʼ αὐτοῦ Ἡλιάδας, ἑπτὰ τὸν ἀριθμόν, καὶ τοὺς ἄλλους ὁμοίως λαοὺς αὐτόχθονας.
105.2
ἐπικηρυκευσαμένων δʼ αὐτῶν πρὸς τὸν Διονύσιον καὶ παρακαλούντων λύτρα πράξασθαι, οὐ μέτριος ἐν τοῖς εὐημερήμασι γενόμενος προσέταττεν ἀποθέσθαι τὰ ὅπλα καὶ σφᾶς αὐτοὺς ἐγχειρίσαι τῷ κρατοῦντι. σκληροῦ δὲ τοῦ προστάγματος ὄντος, μέχρι μέν τινος διεκαρτέρουν, ὡς δʼ ὑπὸ τῆς φυσικῆς ἀνάγκης κατεβαροῦντο, παρέδωκαν αὑτοὺς περὶ ὀγδόην ὥραν, ἤδη τὰ σώματα παρειμένοι.
1.4
ἀκολούθως δὲ τούτοις νομισθῆναι τὴν νῆσον ἱερὰν Ἡλίου καὶ τοὺς μετὰ ταῦτα γενομένους Ῥοδίους διατελέσαι περιττότερον τῶν ἄλλων θεῶν τιμῶντας τὸν Ἥλιον ὡς ἀρχηγὸν τοῦ γένους αὐτῶν.
105.3
Διονύσιος δὲ λαβὼν ῥάβδον καὶ πατάξας ἐπὶ τοῦ ἐδάφους ἠρίθμει τοὺς καταβαίνοντας αἰχμαλώτους, ὄντας πλείους τῶν μυρίων. καὶ πάντων αὐτοῦ ὑποπτευόντων τὸ θηριῶδες, τοὐναντίον ἐφάνη πάντων ἐπιεικέστατος·
1.5
εἶναι δὲ τοὺς ἑπτὰ υἱοὺς Ὄχιμον, Κέρκαφον, Μάκαρα, Ἀκτῖνα, Τενάγην, Τριόπαν, Κάνδαλον, θυγατέρα δὲ μίαν, Ἠλεκτρυώνην, ἣν ἔτι παρθένον οὖσαν μεταλλάξαι τὸν βίον καὶ τιμῶν τυχεῖν παρὰ Ῥοδίοις ἡρωικῶν. ἀνδρωθεῖσι δὲ τοῖς Ἡλιάδαις εἰπεῖν τὸν Ἥλιον, ὅτι οἵτινες ἂν Ἀθηνᾷ θύσωσι πρῶτοι, παρʼ ἑαυτοῖς ἕξουσι τὴν θεόν· τὸ δʼ αὐτὸ λέγεται διασαφῆσαι τοῖς τὴν Ἀττικὴν κατοικοῦσι.
105.4
τούς τε γὰρ αἰχμαλώτους ἀφῆκεν αὐτεξουσίους χωρὶς λύτρων καὶ πρὸς τὰς πλείστας τῶν πόλεων εἰρήνην συνθέμενος ἀφῆκεν αὐτονόμους. ἐπὶ δὲ τούτοις ἐπαίνου τυχὼν ὑπὸ τῶν εὖ παθόντων χρυσοῖς στεφάνοις ἐτιμήθη, καὶ σχεδὸν τοῦτʼ ἔδοξε πρᾶξειν ἐν τῷ ζῆν κάλλιστον.
1.6
διὸ καί φασι τοὺς μὲν Ἡλιάδας διὰ τὴν σπουδὴν ἐπιλαθομένους ἐνεγκεῖν πῦρ ἐπιθεῖναι τὰ θύματα, τὸν δὲ τότε βασιλεύοντα τῶν Ἀθηναίων Κέκροπα ἐπὶ τοῦ πυρὸς θῦσαι ὕστερον.