Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

52.3 διὰ δὲ τὴν εἰς τὸν Διόνυσον εὐεργεσίαν ἐν τῇ τροφῇ τὰς χάριτας ἀπολαβεῖν τοὺς ἐγχωρίους· ἐπιδοῦναι γὰρ τὴν νῆσον εἰς εὐδαιμονίαν, καὶ ναυτικάς τε δυνάμεις ἀξιολόγους συστήσασθαι καὶ ἀπὸ Ξέρξου πρώτους ἀποστάντας ἀπὸ τοῦ ναυτικοῦ συγκαταναυμαχῆσαι τὸν βάρβαρον, καὶ τῆς ἐν Πλαταιαῖς παρατάξεως οὐκ ἀσήμως μετασχεῖν. εἶναι δὲ καὶ περὶ τὴν τοῦ οἴνου ἰδιότητα διάφορόν τι παρʼ αὐτοῖς καὶ μηνῦον τὴν τοῦ θεοῦ πρὸς τὴν νῆσον οἰκειότητα.
101.2 διόπερ τῶν Θουρίων τοὺς βιβλιαφόρους ἀποστειλάντων ἐπὶ τὰς πόλεις πρὸς τὴν τῶν πολεμίων παρουσίαν, ἅπαντες παρεσκευάζοντο πρὸς τὴν ἀνάζευξιν. αὐτοὶ δὲ προεξαναστάντες ταῖς ὁρμαῖς καὶ τὸ τῶν συμμάχων πλῆθος οὐκ ἀναμείναντες, ἀνέζευξαν ἐπὶ τοὺς Λευκανούς, ἔχοντες πεζοὺς μὲν πλείους τῶν μυρίων τετρακισχιλίων, ἱππεῖς δὲ σχεδὸν χιλίους.
53.1 τὴν δὲ νῆσον τὴν Σύμην ὀνομαζομένην, τὸ παλαιὸν ἔρημον οὖσαν, πρῶτοι κατῴκησαν οἱ μετὰ Τρίοπος ἀφικόμενοι, ὧν ἡγεῖτο Χθόνιος ὁ Ποσειδῶνος καὶ Σύμης, ἀφʼ ἧς ἡ νῆσος ἔτυχε ταύτης τῆς προσηγορίας.
101.3 καὶ Λευκανοὶ μὲν ἀκούσαντες τὴν τῶν πολεμίων ἔφοδον ἀπεχώρησαν εἰς τὴν ἰδίαν χώραν· οἱ δὲ Θούριοι κατὰ σπουδὴν ἐμβαλόντες εἰς τὴν Λευκανίαν, τὸ μὲν πρῶτον φρούριον ἐξεῖλον, καὶ πολλῆς ὠφελείας κυριεύσαντες καθαπερεὶ δέλεαρ ἔλαβον τῆς ἑαυτῶν ἀπωλείας. φρονηματισθέντες γὰρ ἐπὶ τῷ προτερήματι καταπεφρονηκότως διά τινων στενῶν καὶ ἀποκρήμνων ὁδῶν ἐπορεύθησαν, βουλόμενοι Λᾶον πόλιν εὐδαίμονα πολιορκῆσαι.
53.2 ὕστερον δʼ αὐτῆς ἐβασίλευσε Νιρεὺς ὁ Χαρόπου καὶ Ἀγλαΐας, κάλλει διαφέρων, ὃς καὶ ἐπὶ Τροίαν μετʼ Ἀγαμέμνονος ἐστράτευσε, τῆς τε νήσου δυναστεύων καὶ τῆς Κνιδίας μέρους κυριεύων. μετὰ δὲ τοὺς Τρωικοὺς χρόνους κατέσχον τὴν νῆσον Κᾶρες, καθʼ ὃν καιρὸν ἐθαλαττοκράτουν. ὕστερον δʼ αὐχμῶν γενομένων ἔφυγον ἐκ τῆς νήσου, καὶ κατῴκησαν τὸ καλούμενον Οὐράνιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme