Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

37.4 κινδυνευουσῶν δὲ τῶν ἑξήκοντα τριήρων ἁλῶναι Ῥηγῖνοι πανδημεὶ παρεβοήθησαν, καὶ ἀπὸ τῆς γῆς τῷ πλήθει τῶν βελῶν ἀνεῖρξαν τὸν Διονύσιον. ἐπιγενομένων δὲ πνευμάτων μεγάλων οἱ μὲν Ῥηγῖνοι τὰς ναῦς ἀνείλκυσαν ἐπὶ τὴν γῆν, Διονύσιος δʼ ἰσχυρῶς χειμασθεὶς ἑπτὰ ναῦς ἀπώλεσε καὶ σὺν αὐταῖς ἄνδρας οὐκ ἐλάττους χιλίων πεντακοσίων.
52.1 μυθολογοῦσι δὲ Νάξιοι περὶ τοῦ θεοῦ τούτου, φάσκοντες παρʼ αὐτοῖς τραφῆναι τὸν θεόν, καὶ διὰ τοῦτο τὴν νῆσον αὐτῷ γεγονέναι προσφιλεστάτην καὶ ὑπό τινων Διονυσιάδα καλεῖσθαι.
37.5 τούτων δʼ ἅμα ταῖς ναυσὶν ἐκβρασθέντων ἐπὶ τὴν Ῥηγίνην, οἱ Ῥηγῖνοι πολλοὺς τῶν ναυτῶν ἐζώγρησαν. Διονύσιος δʼ ἐπὶ πεντήρους πλέων, καὶ πολλάκις παρʼ ὀλίγον ἐλθὼν ὑποβρύχιος, μόγις περὶ μέσας νύκτας εἰς τὸν ἐν Μεσσήνῃ λιμένα κατέφυγεν. ἤδη δὲ καὶ τῆς χειμερινῆς ὥρας ἐνισταμένης οὗτος μὲν πρὸς Λευκανοὺς συμμαχίαν ποιησάμενος ἀπήγαγε τὰς δυνάμεις εἰς Συρακούσας.
52.2 τὸν γὰρ Δία κατὰ τὸν παραδεδομένον μῦθον, τότε κεραυνωθείσης Σεμέλης πρὸ τοῦ τεκεῖν, τὸ βρέφος λαβόντα καὶ ἐρράψαντα εἰς τὸν μηρόν, ὡς ὁ τέλειος τῆς γενέσεως χρόνος ἦλθε, βουλόμενον λαθεῖν τὴν Ἥραν, ἐξελεῖν τὸ βρέφος ἐν τῇ νῦν Νάξῳ, καὶ δοῦναι τρέφειν ταῖς ἐγχωρίοις Νύμφαις Φιλίᾳ καὶ Κορωνίδι καὶ Κλείδῃ· κεραυνῶσαι δὲ τὴν Σεμέλην πρὸ τοῦ τεκεῖν, ὅπως μὴ ἐκ θνητῆς, ἀλλʼ ἐκ δυεῖν ἀθανάτων ὑπάρξας εὐθὺς ἐκ γενετῆς ἀθάνατος ᾖ.
101.1 μετὰ δὲ ταῦτα Λευκανῶν τὴν Θουρίαν καταδραμόντων οἱ Θούριοι παρήγγειλαν τοῖς συμμάχοις κατὰ τάχος ἀπαντᾶν μετὰ τῶν ὅπλων· αἱ γὰρ κατὰ τὴν Ἰταλίαν Ἑλληνίδες πόλεις ἐν ταῖς συνθήκαις εἶχον οὕτως, ἵνʼ ἥτις ἂν ὑπὸ τῶν Λευκανῶν λεηλατηθῇ χώρα, πρὸς ταύτην ἅπαντες παραβοηθῶσιν· ἧς δʼ ἂν πόλεως μὴ καταστῇ τὸ στρατόπεδον ἐπὶ τὴν βοήθειαν, τεθνάναι τοὺς ἐκείνης τῆς πόλεως στρατηγούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme