Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

26.4 τῶν δὲ Σικελῶν ἐπικειμένων ἐξ ὑπερδεξίων τόπων, ἀνῃρέθησαν μὲν τῶν μετὰ Διονυσίου πλείους τῶν ἑξακοσίων, ἀπέβαλον δὲ τὰς πανοπλίας οἱ πλεῖστοι· καὶ αὐτὸς δὲ ὁ Διονύσιος μόνον τὸν θώρακα διέσωσεν.
105.6 τὸ δὲ τῆς σμύρνης δένδρον ὅμοιόν ἐστι τῇ σχίνῳ, τὸ δὲ φύλλον ἔχει λεπτότερον καὶ πυκνότερον. ὀπίζεται δὲ περισκαφείσης τῆς γῆς ἀπὸ τῶν ῥιζῶν, καὶ ὅσα μὲν αὐτῶν ἐν ἀγαθῇ γῇ πέφυκεν, ἐκ τούτων γίνεται δὶς τοῦ ἐνιαυτοῦ, ἔαρος καὶ θέρους· καὶ ὁ μὲν πυρρὸς ἐαρινὸς ὑπάρχει διὰ τὰς δρόσους, ὁ δὲ λευκὸς θερινός ἐστι. τοῦ δὲ παλιούρου συλλέγουσι τὸν καρπόν, καὶ χρῶνται βρωτοῖς καὶ ποτοῖς καὶ πρὸς τὰς κοιλίας τὰς ῥεούσας φαρμάκῳ.
26.5 μετὰ δὲ τὴν ἀτυχίαν ταύτην Ἀκραγαντῖνοι καὶ Μεσσήνιοι τοὺς τὰ Διονυσίου φρονοῦντας μεταστησάμενοι, τῆς ἐλευθερίας ἀντείχοντο καὶ τῆς τοῦ τυράννου συμμαχίας ἀπέστησαν.
42.1 διῄρηται δὲ τοῖς ἐγχωρίοις ἡ χώρα, καὶ ταύτης ὁ βασιλεὺς λαμβάνει τὴν κρατίστην, καὶ τῶν καρπῶν τῶν γινομένων ἐν τῇ νήσῳ δεκάτην λαμβάνει. τὸ δὲ πλάτος τῆς νήσου φασὶν εἶναι σταδίων ὡς διακοσίων.
89.1 Παυσανίας δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐγκαλούμενος ὑπὸ τῶν πολιτῶν ἔφυγεν, ἄρξας ἔτη δεκατέτταρα· τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ υἱὸς Ἀγησίπολις ἦρξε τὸν ἴσον τῷ πατρὶ χρόνον.
42.2 κατοικοῦσι δὲ τὴν νῆσον οἱ καλούμενοι Παγχαῖοι, καὶ τόν τε λιβανωτὸν καὶ τὴν σμύρναν κομίζουσιν εἰς τὸ πέραν καὶ πωλοῦσι τοῖς τῶν Ἀράβων ἐμπόροις, παρʼ ὧν ἄλλοι τὰ τοιαῦτα φορτία ὠνούμενοι διακομίζουσιν εἰς τὴν Φοινίκην καὶ Κοίλην Συρίαν, ἔτι δʼ Αἴγυπτον, τὸ δὲ τελευταῖον ἐκ τούτων τῶν τόπων ἔμποροι διακομίζουσιν εἰς πᾶσαν τὴν οἰκουμένην.
27.2 ἐτελεύτησε δὲ καὶ Παυσανίας ὁ τῶν Μακεδόνων βασιλεύς, ἀναιρεθεὶς ὑπὸ Ἀμύντου δόλῳ, ἄρξας ἐνιαυτόν· τὴν δὲ βασιλείαν κατέσχεν Ἀμύντας, καὶ ἦρξεν ἔτη εἴκοσι τέσσαρα.
42.3 ἔστι δὲ καὶ ἄλλη νῆσος μεγάλη, τῆς προειρημένης ἀπέχουσα σταδίους τριάκοντα, εἰς τὸ πρὸς ἕω μέρος τοῦ ὠκεανοῦ κειμένη, τῷ μήκει πολλῶν τινων σταδίων· ἀπὸ γὰρ τοῦ πρὸς ἀνατολὰς ἀνήκοντος ἀκρωτηρίου φασὶ θεωρεῖσθαι τὴν Ἰνδικὴν ἀέριον διὰ τὸ μέγεθος τοῦ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme