Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

23.4 μετὰ δὲ ταῦτα οἵ τε Βοιωτοὶ καὶ Ἀθηναῖοι, πρὸς δὲ τούτοις Ἀργεῖοι καὶ Κορίνθιοι πάσῃ τῇ δυνάμει παρελθόντες εἰς τὸ Λέχαιον, τὸ μὲν πρῶτον πολιορκήσαντες τὸ χωρίον τὸ ἐντὸς τοῦ διατειχίσματος εἰσεβιάζοντο· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων καὶ τῶν φυγάδων λαμπρῶς ἀγωνισαμένων ἐξεώσθησαν οἱ Βοιωτοὶ καὶ οἱ μετʼ αὐτῶν ἅπαντες. οὗτοι μὲν οὖν περὶ χιλίους τῶν στρατιωτῶν ἀποβαλόντες εἰς τὴν πόλιν ἀπεχώρησαν.
103.8 θρασεῖς δʼ εἰσὶ καὶ γενναῖοι οὐ μόνον εἰς πόλεμον, ἀλλὰ καὶ πρὸς τὰς ἐν τῷ βίῳ περιστάσεις τὰς ἐχούσας δεινότητας. ἐμπορευόμενοι γὰρ πλέουσι τὸ Σαρδόνιον καὶ τὸ Λιβυκὸν πέλαγος, ἑτοίμως ἑαυτοὺς ῥιπτοῦντες εἰς ἀβοηθήτους κινδύνους· σκάφεσι γὰρ χρώμενοι τῶν σχεδιῶν εὐτελεστέροις καὶ τοῖς ἄλλοις τοῖς κατὰ ναῦν χρησίμοις ἥκιστα κατεσκευασμένοις ὑπομένουσι τὰς ἐκ τῶν χειμώνων φοβερωτάτας περιστάσεις καταπληκτικῶς.
23.5 εὐθὺ δὲ τῶν Ἰσθμίων ἐπελθόντων διεφέροντο περὶ τῆς θέσεως τοῦ ἀγῶνος· καὶ πολλὰ φιλονεικησάντων ἐκράτησαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς φυγάδας ἐποίησαν θεῖναι τὸν ἀγῶνα,
40.1 λείπεται δʼ ἡμῖν εἰπεῖν περὶ τῶν Τυρρηνῶν. οὗτοι γὰρ τὸ μὲν παλαιὸν ἀνδρείᾳ διενεγκόντες χώραν πολλὴν κατεκτήσαντο καὶ πόλεις ἀξιολόγους καὶ πολλὰς ἔκτισαν. ὁμοίως δὲ καὶ ναυτικαῖς δυνάμεσιν ἰσχύσαντες καὶ πολλοὺς χρόνους θαλαττοκρατήσαντες τὸ μὲν παρὰ τὴν Ἰταλίαν πέλαγος ἀφʼ ἑαυτῶν ἐποίησαν Τυρρηνικὸν προσαγορευθῆναι, τὰ δὲ κατὰ τὰς πεζὰς δυνάμεις ἐκπονήσαντες τήν τε σάλπιγγα λεγομένην ἐξεῦρον, εὐχρηστοτάτην μὲν εἰς τοὺς πολέμους, ἀπʼ ἐκείνων δʼ ὀνομασθεῖσαν Τυρρηνήν, τό τε περὶ τοὺς ἡγουμένους στρατηγοὺς ἀξίωμα κατεσκεύασαν, περιθέντες τοῖς ἡγουμένοις ῥαβδούχους καὶ δίφρον ἐλεφάντινον καὶ περιπόρφυρον τήβενναν, ἔν τε ταῖς οἰκίαις τὰ περίστῳα πρὸς τὰς τῶν θεραπευόντων ὄχλων ταραχὰς ἐξεῦρον εὐχρηστίαν· ὧν τὰ πλεῖστα Ῥωμαῖοι μιμησάμενοι καὶ πρὸς τὸ κάλλιον αὐξήσαντες μετήνεγκαν ἐπὶ τὴν ἰδίαν πολιτείαν.
23.6 τῶν δὲ κατὰ τὸν πόλεμον δεινῶν σχεδόν τι περὶ τὴν Κόρινθον γενομένων ὁ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός, καὶ διέμεινεν ἔτη ὀκτώ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme