Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

39.4 ἔνιοι δὲ διὰ τὴν παρʼ αὐτοῖς σπανοκαρπίαν πίνουσι μὲν ὕδωρ, σαρκοφαγοῦσι δὲ τὰς τῶν ἡμέρων τε καὶ ἀγρίων ζῴων σάρκας καὶ τῶν ἀπὸ τῆς χώρας λαχάνων ἐμπίμπλανται, τὴν χώραν ἔχοντες ἄβατον τοῖς προσφιλεστάτοις τῶν θεῶν Δήμητρι καὶ Διονύσῳ.
23.1 ἐν δὲ τῇ Κορίνθῳ τινὲς τῶν ἐπιθυμούντων δημοκρατίας συστραφέντες ἀγώνων ὄντων ἐν τῷ θεάτρῳ φόνον ἐποίησαν καὶ στάσεως ἐπλήρωσαν τὴν πόλιν· συνεπιλαβομένων δὲ αὐτοῖς τῆς τόλμης Ἀργείων, ἑκατὸν μὲν καὶ εἴκοσι τῶν πολιτῶν ἀπέσφαξαν, πεντακοσίους δʼ ἐφυγάδευσαν.
103.5 νυκτερεύουσι δʼ ἐπὶ τῆς χώρας σπανίως μὲν ἔν τισιν εὐτελέσιν ἐπαύλεσιν ἢ καλιαῖς, τὰ δὲ πολλὰ ἐν ταῖς κοίλαις πέτραις καὶ σπηλαίοις αὐτοφυέσι καὶ δυναμένοις σκέπην ἱκανὴν παρέχεσθαι.
23.2 Λακεδαιμονίων δὲ παρασκευαζομένων κατάγειν καὶ δύναμιν ἀθροιζόντων, Ἀθηναῖοι καὶ Βοιωτοὶ παρεβοήθουν τοῖς σφαγεῦσιν, ὅπως τὴν πόλιν ἐξιδιοποιήσωνται.
103.6 ἀκολούθως δὲ τούτοις καὶ τἄλλα ποιοῦσι, διαφυλάττοντες τὸν ἀρχαῖον καὶ ἀκατάσκευον βίον. καθόλου δʼ ἐν τοῖς τόποις αἱ μὲν γυναῖκες ἀνδρῶν, οἱ δʼ ἄνδρες θηρίων ἔχουσιν εὐτονίαν καὶ ἀλκήν. πολλάκις γοῦν φασιν ἐν ταῖς στρατείαις τὸν μέγιστον τῶν Γαλατῶν ὑπὸ Λίγυος ἰσχνοῦ παντελῶς ἐκ προκλήσεως μονομαχήσαντα ἀνῃρῆσθαι.
23.3 καὶ οἱ μὲν φυγάδες μετὰ Λακεδαιμονίων καὶ τῶν συμμάχων ἐπὶ τὸ Λέχαιον καὶ τὸν ναύσταθμον ἐπελθόντες νυκτὸς κατὰ κράτος εἷλαν· τῇ δʼ ὑστεραίᾳ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων, ὧν Ἰφικράτης ἡγεῖτο, συνέβη γενέσθαι μάχην, ἐν ᾗ Λακεδαιμόνιοι νικήσαντες οὐκ ὀλίγους ἀπέκτειναν.
103.7 ὁπλισμὸν δʼ ἔχουσιν οἱ Λίγυες ἐλαφρότερον τῶν Ῥωμαίων τῇ κατασκευῇ· σκεπάζει γὰρ αὐτοὺς παραμήκης θυρεὸς εἰς τὸν Γαλατικὸν ῥυθμὸν δεδημιουργημένος καὶ χιτὼν συνειλημμένος ζωστῆρι, καὶ περιτίθενται θηρίων δορὰς καὶ ξίφος σύμμετρον· τινὲς δʼ αὐτῶν διὰ τὴν ἐπιμιξίαν τῆς Ῥωμαίων πολιτείας μετεσχημάτισαν τὸν ὁπλισμόν, ἐξομοιοῦντες ἑαυτοὺς τοῖς ἡγουμένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme