Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

101.1 οἱ δʼ οὖν ταῖς ἐργασίαις τῶν μετάλλων ἐνδιατρίβοντες τοῖς μὲν κυρίοις ἀπίστους τοῖς πλήθεσι προσόδους περιποιοῦσιν, αὐτοὶ δὲ κατὰ γῆς ἐν τοῖς ὀρύγμασι καὶ καθʼ ἡμέραν καὶ νύκτα καταξαινόμενοι τὰ σώματα, πολλοὶ μὲν ἀποθνήσκουσι διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθείας· ἄνεσις γὰρ ἢ παῦλα τῶν ἔργων οὐκ ἔστιν αὐτοῖς, ἀλλὰ ταῖς τῶν ἐπιστατῶν πληγαῖς ἀναγκαζόντων ὑπομένειν τὴν δεινότητα τῶν κακῶν ἀτυχῶς προΐενται τὸ ζῆν, τινὲς δὲ ταῖς δυνάμεσι τῶν σωμάτων καὶ ταῖς τῶν ψυχῶν καρτερίαις ὑπομένοντες πολυχρόνοιον ἔχουσι τὴν ταλαιπωρίαν· αἱρετώτερος γὰρ αὐτοῖς ὁ θάνατός ἐστι τοῦ ζῆν διὰ τὸ μέγεθος τῆς ταλαιπωρίας.
21.4 τοιαύτη δὲ τῆς μεταστάσεως σπουδή τις εἰς τὰς πόλεις ἐνέπεσεν, ὧν αἱ μὲν ἐκβάλλουσαι τὰς φρουρὰς τῶν Λακεδαιμονίων τὴν ἐλευθερίαν διεφύλαττον, αἱ δὲ τοῖς περὶ Κόνωνα προσετίθεντο. καὶ Λακεδαιμόνιοι μὲν ἀπὸ τούτου τοῦ χρόνου τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέβαλον, οἱ δὲ περὶ Κόνωνα κρίναντες παντὶ τῷ στόλῳ πλεῖν ἐπὶ τὴν Ἀττικὴν ἀνέζευξαν, καὶ τὰς Κυκλάδας νήσους προσαγαγόμενοι κατέπλευσαν ἐπὶ Κύθηρα τὴν νῆσον.
101.2 πολλῶν δʼ ὄντων περὶ τὰς προειρημένας μεταλλείας παραδόξων, οὐχ ἥκιστʼ ἄν τις θαυμάσειε διότι τῶν μεταλλουργείων οὐδὲν πρόσφατον ἔχει τὴν ἀρχήν, πάντα δʼ ὑπὸ τῆς Καρχηδονίων φιλαργυρίας ἀνεῴχθη καθʼ ὃν καιρὸν καὶ τῆς Ἰβηρίας ἐπεκράτουν. ἐκ τούτων γὰρ ἔσχον τὴν ἐπὶ πλέον αὔξησιν, μισθούμενοι τοὺς κρατίστους στρατιώτας καὶ διὰ τούτων πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμήσαντες.
21.5 εὐθὺ δὲ ταύτης ἐξ ἐφόδου κυριεύσαντες τοὺς μὲν Κυθηρίους ὑποσπόνδους ἐξέπεμψαν εἰς τὴν Λακωνικήν, αὐτοὶ δὲ καταλιπόντες τῆς πόλεως τὴν ἱκανὴν φρουρὰν ἔπλεον ἐπὶ Κορίνθου. ἐκεῖ δὲ καταπλεύσαντες τοῖς συνέδροις διελέχθησαν ὑπὲρ ὧν ἤθελον, καὶ συμμαχίαν ποιησάμενοι τούτοις μὲν χρήματα κατέλιπον, αὐτοὶ δʼ εἰς τὴν Ἀσίαν ἐξέπλευσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme