Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

20.6 ἐκεῖθεν δʼ ἐκπλεύσας περιέπεσε τῷ στόλῳ τοῦ βασιλέως, καὶ ταῖς μὲν προπλεούσαις ναυσὶ συμβαλὼν προετέρει, τῶν δὲ Περσῶν ἅμα ταῖς τριήρεσιν ἀθρόαις παραβοηθησάντων, ἐπειδὴ πάντες οἱ σύμμαχοι πρὸς τὴν γῆν ἔφυγον, τὴν ἰδίαν ναῦν ἐπέστρεψεν, αἰσχρὸν εἶναι νομίσας καὶ τῆς Σπάρτης ἀνάξιον τὸ φυγεῖν ἀγεννῶς.
37.1 μεγάλην δʼ ἔχει παραλλαγὴν τὰ μέταλλα ταῦτα συγκρινόμενα τοῖς κατὰ τὴν Ἀττικήν. ἐκεῖνα μὲν γὰρ οἱ μεταλλεύοντες καὶ πρὸς ταῖς ἐργασίαις μεγάλας προϊέμενοι δαπάνας ἃ μὲν ἤλπισαν ἐνίοτε λαβεῖν οὐκ ἔλαβον, ἃ δʼ εἶχον ἀπέβαλον, ὥστε δοκεῖν αὐτοὺς ὥσπερ αἰνίγματος τρόπον ἀτυχεῖν·
20.7 ἀγωνισάμενος δὲ λαμπρῶς καὶ πολλοὺς τῶν πολεμίων ἀνελών, τὸ τελευταῖον ἀξίως τῆς πατρίδος ἀνῃρέθη μαχόμενος. οἱ δὲ περὶ τὸν Κόνωνα μέχρι τῆς γῆς καταδιώξαντες τοὺς Λακεδαιμονίους πεντήκοντα μὲν τριήρων ἐκυρίευσαν, τῶν δʼ ἀνδρῶν οἱ πλεῖστοι μὲν ἐκκολυμβήσαντες κατὰ γῆν ἔφυγον, ἑάλωσαν δὲ περὶ πεντακοσίους· αἱ δὲ λοιπαὶ τριήρεις εἰς Κνίδον διεσώθησαν.
37.2 οἱ δὲ κατὰ τὴν Σπανίαν μεταλλουργοὶ ταῖς ἐλπίσι μεγάλους σωρεύουσι πλούτους ἐκ τούτων τῶν ἐργασιῶν. τῶν γὰρ πρώτων ἔργων ἐπιτυγχανομένων διὰ τὴν τῆς γῆς εἰς τοῦτο τὸ γένος ἀρετὴν ἀεὶ μᾶλλον εὑρίσκουσι λαμπροτέρας φλέβας, γεμούσας ἀργύρου τε καὶ χρυσοῦ· πᾶσα γὰρ ἡ σύνεγγυς γῆ διαπέπλεκται πολυμερῶς τοῖς ἑλιγμοῖς τῶν ῥάβδων.
84.1 Ἀγησίλαος δὲ προσλαβόμενος ἐκ Πελοποννήσου στρατιώτας, ἐπειδὴ μετὰ τῆς δυνάμεως ἐπέβαινεν εἰς Βοιωτίαν, εὐθὺς οἱ Βοιωτοὶ μετὰ τῶν συμμάχων ἀπήντησαν εἰς Κορώνειαν. γενομένης δὲ παρατάξεως Θηβαῖοι μὲν τὸ καθʼ αὑτοὺς μέρος τρεψάμενοι μέχρι τῆς παρεμβολῆς κατεδίωξαν, οἱ δʼ ἄλλοι μικρὸν ἀντισχόντες χρόνον ὑπʼ Ἀγησιλάου καὶ τῶν ἄλλων φυγεῖν ἠναγκάσθησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme