Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

9.1 μετὰ δὲ ταῦτα οἱ μὲν Σικελοὶ τοῖς ἀρίστοις τῶν ἀνδρῶν τὰς ἡγεμονίας ἐνεχείριζον, οἱ δὲ Σικανοὶ περὶ τῆς δυναστείας διαφερόμενοι πρὸς ἀλλήλους ἐπολέμουν ἐπὶ πολλοὺς χρόνους. μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσιν ὕστερον, πάλιν τῶν νήσων ἐξερημουμένων ἀεὶ καὶ μᾶλλον, Κνίδιοί τινες καὶ Ῥόδιοι δυσαρεστήσαντες τῇ βαρύτητι τῶν κατὰ τὴν Ἀσίαν βασιλέων ἔγνωσαν ἀποικίαν ἐκπέμπειν.
62.2 Ἰμίλκων δὲ τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις κοσμήσας τὰς ναῦς κατέπλευσεν εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων, καὶ πολλὴν τοῖς ἐν τῇ πόλει κατάπληξιν ἐπέστησεν. διακόσιαι μὲν γὰρ καὶ πεντήκοντα μακραὶ ναῦς εἰσέπλεον ἐν τάξει τὰς εἰρεσίας ποιούμεναι καὶ τοῖς ἐκ τοῦ πολέμου λαφύροις πολυτελῶς κεκοσμημέναι, μετὰ δὲ ταῦτα αἱ φορτηγοὶ ναῦς εἰσθεόμεναι μὲν ὑπὲρ τρισχιλίας, φέρουσαι δὲ πλείους τῶν πεντακοσίων, αἱ δὲ πᾶσαι σχεδὸν δισχίλιαι. διὸ καὶ συνέβαινε τὸν λιμένα τῶν Συρακοσίων, καίπερ ὄντα μέγαν, ἐμπεφράχθαι μὲν τοῖς σκάφεσι, συγκαλύπτεσθαι δὲ σχεδὸν ἅπαντα τοῖς ἱστίοις.
77.2 διόπερ προστησάμενοι σφῶν αὐτῶν ἡγεμόνα Πένταθλον τὸν Κνίδιον, ὃς ἦν ἀναφέρων τὸ γένος εἰς Ἱππότην τὸν ἀφʼ Ἡρακλέους γεγονότα, κατὰ τὴν ὀλυμπιάδα τὴν πεντηκοστήν, ἣν ἐνίκα στάδιον Ἐπιτελίδας Λάκων, οἱ δʼ οὖν περὶ τὸν Πένταθλον πλεύσαντες τῆς Σικελίας εἰς τοὺς κατὰ τὸ Λιλύβαιον τόπους κατέλαβον Ἐγεσταίους καὶ Σελινουντίους διαπολεμοῦντας πρὸς ἀλλήλους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme