Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

112.4 καὶ γὰρ ἡ κομίζουσα ναῦς ἑξήρης τὸν στρατηγὸν συνεκλύσθη καὶ τῶν ἐν αὐτῇ πλεόντων οὐκ ἐλαττόνων ἢ πεντακοσίων τρεῖς πρὸς τοῖς τριάκοντα μόνον διεσώθησαν. ἐν δὲ τούτοις ἦν καὶ ὁ Πλείσταρχος, ναυαγίου μὲν ἐπειλημμένος, εἰς δὲ τὴν γῆν ἡμιθανὴς ἐκβεβρασμένος. οὗτος μὲν οὖν ἀποκομισθεὶς εἰς Ἡράκλειαν καὶ προσαναλαβὼν ἐκ τῆς ἀτυχίας τὸ σῶμα πρὸς Λυσίμαχον εἰς τὴν χειμασίαν ἀνέζευξε, ἀποβεβληκὼς τὸ πλεῖον τῆς δυνάμεως.
113.1 ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ Πτολεμαῖος ὁ βασιλεὺς ἀναζεύξας ἐξ Αἰγύπτου μετὰ δυνάμεως ἀξιολόγου τὰς μὲν ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις ἁπάσας ὑποχειρίους ἐποιήσατο· Σιδῶνα δὲ πολιορκοῦντος αὐτοῦ τινες παρῆσαν ἀπαγγέλλοντες ψευδῶς ὅτι παρατάξεως γενομένης τοῖς βασιλεῦσιν οἱ μὲν περὶ Λυσίμαχον καὶ Σέλευκον ἡττηθέντες ἀποκεχωρήκασιν εἰς τὴν Ἡράκλειαν, Ἀντίγονος δὲ νενικηκὼς προσάγει μετὰ δυνάμεως ἐπὶ Συρίας.
113.2 παραλογισθεὶς οὖν ὑπὸ τούτων καὶ πεισθεὶς ἀληθῆ τὴν προσαγγελίαν εἶναι, πρὸς μὲν τοὺς Σιδωνίους εἰς τέτταρας μῆνας ἀνοχὰς ἐποιήσατο, τὰς δὲ χειρωθείσας πόλεις φρουραῖς ἀσφαλισάμενος ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Αἴγυπτον.
113.3 ἅμα δὲ τούτοις πραττομένοις οἱ τῶν παρὰ Λυσιμάχῳ στρατιωτῶν αὐτομολήσαντες ἐκ τῆς χειμασίας παρʼ Ἀντίγονον Αὐταριάται μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι περὶ ὀκτακοσίους. τούτοις μὲν οὖν Ἀντίγονος φιλανθρώπως προσενεχθεὶς τούς τε μισθοὺς ἔδωκεν, οὓς ἔφασαν ὀφείλεσθαι παρὰ Λυσιμάχου, καὶ δωρεαῖς ἐτίμησε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme