Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

9.4 διόπερ θόρυβος καὶ πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν καὶ συνδρομὴ τῶν ὄχλων εἰς τὴν ἀγορὰν ἐγίνετο καὶ βουλὴ τῆς γερουσίας ὅ,τι δέοι πράττειν. στρατόπεδον μὲν γὰρ οὐκ ἦν ἕτοιμον τὸ δυνάμενον ἀντιτάξασθαι, τὸ δὲ πολιτικὸν πλῆθος ἄπειρον ὂν πολέμου προκαταπεπτώκει ταῖς ψυχαῖς, οἱ πολέμιοι δὲ πλησίον εἶναι τῶν τειχῶν προσεδοκῶντο.
9.5 ἔνιοι μὲν οὖν ἔφασαν πρεσβευτὰς ὑπὲρ εἰρήνης ἀποστέλλειν πρὸς Ἀγαθοκλέα, τοὺς αὐτοὺς ἅμα καὶ κατασκόπους ἐσομένους τῶν παρὰ τοῖς πολεμίοις, τινὲς δὲ ἀναμεῖναι μέχρι ἂν γνῶσιν ἀκριβῶς ἕκαστον τῶν πεπραγμένων. τοιαύτης δὲ συγχύσεως τὴν πόλιν ἐχούσης κατέπλευσαν οἱ πεμφθέντες ὑπὸ τοῦ ναυάρχου καὶ τὰς αἰτίας τῶν πεπραγμένων ἐδήλωσαν.
10.1 ἀναθαρσησάντων οὖν πάντων πάλιν ταῖς ψυχαῖς ἡ γερουσία τοὺς μὲν ναυάρχους ἅπαντας κατεμέμψατο ὅτι θαλαττοκρατοῦντες εἴασαν πολεμίαν δύναμιν ἐπιβῆναι τῆς Λιβύης, στρατηγοὺς δὲ ἀπέδειξαν τῶν δυνάμεων Ἄννωνα καὶ Βορμίλκαν, πατρῴαν ἔχθραν ἔχοντας·
10.2 ἡγοῦντο γὰρ διὰ τὴν ἰδίαν τούτοις ἀπιστίαν καὶ διαφορὰν κοινὴν ἔσεσθαι τῆς πόλεως ἀσφάλειαν. πολὺ δὲ διεσφάλησαν τῆς ἀληθείας. ὁ γὰρ Βορμίλκας πάλαι μὲν ἦν ἐπιθυμητὴς τυραννίδος, οὐκ ἔχων δʼ ἐξουσίαν οὐδὲ καιρὸν οἰκεῖον ταῖς ἐπιβολαῖς τότε ἔλαβεν ἀφορμὰς ἀξιολόγους,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme