Book 20
111.4
περὶ δὲ τούτους τοὺς χρόνους καὶ Μιθριδάτης, ὑπήκοος ὢν Ἀντιγόνῳ και δόξας ἀφίστασθαι πρὸς τοὺς περὶ Κάσανδρον, ἀνῃρέθη περὶ Κίον τῆς Μυσίας, ἄρξας αὐτῆς καὶ Ἀρρίνης ἔτη τριάκοντα καὶ πέντε· τὴν δὲ δυναστείαν διαδεξάμενος Μιθριδάτης πολλοὺς προσεκτήσατο, τῆς δὲ Καππαδοκίας καὶ Παφλαγονίας ἦρξεν ἔτη τριάκοντα ἕξ.
112.1
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Κάσανδρος μετὰ τὴν ἀπαλλαγὴν τὴν Δημητρίου τὰς μὲν κατὰ τὴν Θετταλίαν πόλεις ἀνεκτήσατο, Πλείσταρχον δὲ μετὰ δυνάμεως ἐξέπεμψεν εἰς τὴν Ἀσίαν βοηθήσοντα τοῖς περὶ Λυσίμαχον. οἱ δὲ συναποσταλέντες ἦσαν πεζοὶ μὲν μύριοι δισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι.
112.2
ὁ δὲ Πλείσταρχος ἐπειδὴ παραγενόμενος ἐπὶ τὸ στόμα τοῦ Πόντου κατέλαβε τοὺς τόπους προκατεχομένους ὑπὸ τῶν πολεμίων, ἀπογνοὺς τὴν διάβασιν παρῆλθεν εἰς Ὀδησσόν, ἣ κεῖται μεταξὺ μὲν τῆς τε Ἀπολλωνίας καὶ Καλλαντίας, κατʼ ἀντικρὺ δὲ τῆς ἐν τῷ πέραν Ἡρακλείας, ἐχούσης τι μέρος τῆς Λυσιμάχου δυνάμεως.
112.3
οὐκ ἔχων δʼ ἱκανὰ πόρια πρὸς τὴν τῶν στρατιωτῶν διάβασιν τριχῇ διεμέρισε τὴν δύναμιν. τὴν μὲν οὖν πρώτην ἀποστολὴν συνέβη διασωθῆναι πρὸς τὴν Ἡράκλειαν, τὴν δὲ δευτέραν ὑπὸ τῶν περὶ τὸ στόμα τοῦ Πόντου φυλακίδων νεῶν ἁλῶναι. κατὰ τὴν τρίτην δὲ αὐτοῦ συνδιαβαίνοντος τοῦ Πλειστάρχου χειμὼν ἐπεγενήθη τηλικοῦτος ὥστε τὰ πλεῖστα τῶν σκαφῶν καὶ τῶν σωμάτων διαφθαρῆναι·