Book 20
110.4
εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν εἰς δισμυρίους ἐννακισχιλίους, ἱππεῖς δὲ δισχιλίους. τῷ δὲ Δημητρίῳ συνηκολούθουν ἱππεῖς μὲν χίλιοι καὶ πεντακόσιοι, πεζοὶ δὲ Μακεδόνες οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, μισθοφόροι δʼ εἰς μυρίους καὶ πεντακισχιλίους, ἐκ δὲ τῶν κατὰ τὴν Ἑλλάδα πόλεων δισμύριοι καὶ πεντακισχίλιοι, ψιλικὰ δὲ τάγματα καὶ πειρατῶν παντοδαπῶν τῶν συντρεχόντων ἐπὶ τοὺς πολέμους καὶ τὰς ἁρπαγὰς οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, ὥστʼ εἶναι τοὺς ἅπαντας πεζοὺς περὶ τοὺς πεντακισμυρίους ἑξακισχιλίους.
110.5
ἀντικαθημένων δὲ τῶν στρατοπέδων ἀλλήλοις ἐπὶ πολλὰς ἡμέρας ἐκτάξεις μὲν ἐγίνοντο παρʼ ἀμφοτέροις, εἰς μάχην δὲ οὐδέτερος συγκατέβαινε, καραδοκῶν τὴν ἐπὶ τῆς Ἀσίας ἐσομένην τῶν ὅλων κρίσιν.
110.6
Δημήτριος δέ, τῶν Φεραίων ἐπικαλεσαμένων αὐτόν, παρεισπεσὼν εἰς τὴν πόλιν μετὰ μέρους τῆς δυνάμεως τὴν μὲν ἄκραν ἐκπολιορκήσας ὑποσπόνδους ἀφῆκε τοὺς παρὰ Κασάνδρου στρατιώτας, τοῖς δὲ Φεραίοις τὴν ἐλευθερίαν ἀποκατέστησεν.
111.1
ἐν τούτοις δʼ ὄντων τῶν περὶ Θεσσαλίαν ἧκον πρὸς τὸν Δημήτριον οἱ πεμφθέντες ὑπʼ Ἀντιγόνου, διασαφοῦντες τὰς παρὰ τοῦ πατρὸς ἐντολὰς καὶ παρακελευόμενοι τὴν ταχίστην διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Ἀσίαν.