Book 20
107.5
μετὰ δὲ ταῦτα Τηίους μὲν καὶ Κολοφωνίους προσηγάγετο, Ἐρυθραίοις δὲ καὶ Κλαζομενίοις ἐλθούσης κατὰ θάλατταν βοηθείας τὰς μὲν πόλεις ἑλεῖν οὐκ ἠδυνήθη, τὴν δὲ χώραν αὐτῶν πορθήσας ἀνέζευξεν ἐπὶ Σάρδεις. ἐνταῦθα δὴ τὸν Ἀντιγόνου στρατηγὸν Φοίνικα καὶ Δόκιμον πείσας ἀποστῆναι τοῦ βασιλέως παρέλαβε τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην γὰρ φυλάττων Φίλιππος εἷς τῶν Ἀντιγόνου φίλων βεβαίαν ἐτήρει τὴν εὔνοιαν τὴν πρὸς τὸν πεπιστευκότα. τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.
108.1
Ἀντίγονος δὲ προκεχειρισμένος ἀγῶνα μέγαν καὶ πανήγυριν ἐν Ἀντιγονίᾳ συντελεῖν πάντοθεν ἀθλητάς τε καὶ τεχνίτας τοὺς ἐπιφανεστάτους ἐπὶ μεγάλοις ἄθλοις καὶ μισθοῖς ἠθροίκει. ὡς δʼ ἤκουσε τὴν Λυσιμάχου διάβασιν καὶ τῶν στρατηγῶν τὴν ἀπόστασιν, τὸν μὲν ἀγῶνα διέλυσε, τοῖς δʼ ἀθληταῖς καὶ τοῖς τεχνίταις ἀπέδωκε μισθοὺς οὐκ ἐλάττους διακοσίων ταλάντων.
108.2
αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ὥρμησεν ἐκ τῆς Συρίας σύντομον τὴν πορείαν ποιούμενος ἐπὶ τοὺς πολεμίους. εἰς δὲ Ταρσὸν τῆς Κιλικίας ἀφικόμενος ἐξ ὧν κατεκόμισε χρημάτων ἐκ τῶν Κουΐνδων τὸ στρατόπεδον εἰς τρεῖς μῆνας ἐμισθοδότησεν.
108.3
χωρὶς δὲ τούτων τρισχίλια τάλαντα μετὰ τῆς δυνάμεως ἐκόμιζεν, ὅπως τοιαύτην ἔχῃ τὴν χορηγίαν, ὅταν αὐτῷ χρεία γένηται χρημάτων. ἔπειτα τὸν Ταῦρον ὑπερβαλὼν προῆγεν ἐπὶ Καππαδοκίας καὶ τοὺς ἀφεστηκότας περὶ τὴν ἄνω Φρυγίαν καὶ Λυκαονίαν ἐπιπορευόμενος πάλιν εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησεν.
108.4
καθʼ ὃν δὴ χρόνον οἱ περὶ τὸν Λυσίμαχον πυθόμενοι τὴν τῶν πολεμίων παρουσίαν συνήδρευον, βουλευόμενοι πῶς χρηστέον εἴη τοῖς ἐπιφερομένοις κινδύνοις.