Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

2.3 οἱ ταύτην οὖν κατοικοῦντες Σικελιῶται παρειλήφασι παρὰ τῶν προγόνων, ἀεὶ τῆς φήμης ἐξ αἰῶνος παραδεδομένης τοῖς ἐκγόνοις, ἱερὰν ὑπάρχειν τὴν νῆσον Δήμητρος καὶ Κόρης· ἔνιοι δὲ τῶν ποιητῶν μυθολογοῦσι κατὰ τὸν τοῦ Πλούτωνος καὶ Φερσεφόνης γάμον ὑπὸ Διὸς ἀνακάλυπτρα τῇ νύμφῃ δεδόσθαι ταύτην τὴν νῆσον.
75.4 τινὲς μὲν γὰρ αὐτῶν τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως ἀκούοντες, καὶ τὴν ἐρημίαν τῶν συμμάχων ὁρῶντες, ἔτι δὲ καὶ τῶν ἰδίων ἱππέων ἐν Συρακούσαις ὄντων, ἀπεγνώκεισαν τὴν ἐκ τῆς πολιορκίας σωτηρίαν. μάλιστα δʼ αὐτοὺς εἰς ἀθυμίαν ἦγε τὰ τείχη καταπεπτωκότα καὶ ὁ καιρὸς εἰς παρασκευὴν οὐ διδοὺς ἄνεσιν. διόπερ ἐξεκόμιζον ἐκ τῆς πόλεως τέκνα καὶ γυναῖκας καὶ τὰ πολυτελέστατα τῶν χρημάτων εἰς τὰς ἀστυγείτονας πόλεις.
2.4 τοὺς δὲ κατοικοῦντας αὐτὴν τὸ παλαιὸν Σικανοὺς αὐτόχθονας εἶναί φασιν οἱ νομιμώτατοι τῶν συγγραφέων, καὶ τάς τε προειρημένας θεὰς ἐν ταύτῃ τῇ νήσῳ πρώτως φανῆναι καὶ τὸν τοῦ σίτου καρπὸν ταύτην πρώτην ἀνεῖναι διὰ τὴν ἀρετὴν τῆς χώρας, περὶ ὧν καὶ τὸν ἐπιφανέστατον τῶν ποιητῶν μαρτυρεῖν λέγοντα ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται πυροὶ καὶ κριθαί, ἠδʼ ἄμπελοι, αἵτε φέρουσιν οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει. ἔν τε γὰρ τῷ Λεοντίνῳ πεδίῳ καὶ κατὰ πολλοὺς ἄλλους τόπους τῆς Σικελίας μέχρι τοῦ νῦν φύεσθαι τοὺς ἀγρίους ὀνομαζομένους πυρούς.
75.5 τινὲς δὲ τῶν Μεσσηνίων ἀκούοντές τι παλαιὸν αὐτοῖς εἶναι λόγιον, ὅτι δεῖ Καρχηδονίους ὑδροφορῆσαι κατὰ τὴν πόλιν, ἐξεδέχοντο τὸ κατὰ τὴν φήμην πρὸς τὸ συμφέρον ἑαυτοῖς, νομίζοντες δουλεύσειν ἐν Μεσσήνῃ τοὺς Καρχηδονίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme