Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

101.5 Ῥωμαῖοι μὲν καὶ Σαμνῖται διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην συνέθεντο, πολεμήσαντες ἔτη εἴκοσι δύο καὶ μῆνας ἕξ· τῶν δʼ ὑπάτων Πόπλιος Σεμπρώνιος μετὰ δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Αἰκλῶν χώραν ἐχειρώσατο τετταράκοντα πόλεις ἐν ἡμέραις ταῖς πάσαις πεντήκοντα, ἀναγκάσας δὲ πᾶν τὸ ἔθνος ὑποτάττεσθαι Ῥωμαίοις ἐπανῆλθε καὶ θρίαμβον κατήγαγεν ἐπαινούμενον. ὁ δὲ δῆμος ὁ Ῥωμαίων πρός τε Μαρσοὺς καὶ Παλιγνούς, ἔτι δὲ Μαρρουκίνους, συμμαχίαν ἐποιήσατο.
102.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λεώστρατος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Σερούιος Κορνήλιος καὶ Λεύκιος Γενούκιος. ἐπὶ δὲ τούτων Δημήτριος εἶχε πρόθεσιν πρὸς μὲν τοὺς περὶ Κάσανδρον διαπολεμεῖν, τοὺς δʼ Ἕλληνας ἐλευθεροῦν καὶ πρῶτον τὰ κατὰ τὴν Ἑλλάδα διοικεῖν, ἅμα μὲν νομίζων δόξαν οἴσειν αὐτῷ μεγάλην τὴν τῶν Ἑλλήνων αὐτονομίαν, ἅμα δὲ καὶ τοὺς περὶ Πρεπέλαον ἡγεμόνας τοῦ Κασάνδρου πρότερον συντρῖψαι καὶ τότε προσάγειν ἐπʼ αὐτὴν τὴν ἡγεμονίαν, ἢ ἐπʼ αὐτὸν πορεύοιτο τὸν Κάσανδρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme