Book 20
8.3
ἡ δʼ ἀνὰ μέσον χώρα, διʼ ἧς ἦν ἀναγκαῖον πορευθῆναι, διείληπτο κηπείαις καὶ παντοίαις φυτουργίαις, πολλῶν ὑδάτων διωχετευμένων καὶ πάντα τόπον ἀρδευόντων. ἀγροικίαι τε συνεχεῖς ὑπῆρχον, οἰκοδομαῖς πολυτελέσι καὶ κονιάμασι διαπεπονημέναι καὶ τὸν τῶν κεκτημένων αὐτὰς διασημαίνουσαι πλοῦτον.
8.4
ἔγεμον δʼ αἱ μὲν ἐπαύλεις πάντων τῶν πρὸς ἀπόλαυσιν, ὡς ἂν τῶν ἐγχωρίων ἐν εἰρήνῃ πολυχρονίῳ τεθησαυρικότων γεννημάτων ἀφθονίαν· ἡ δὲ χώρα ἡ μὲν ἦν ἀμπελόφυτος, ἡ δὲ ἐλαιοφόρος καὶ τῶν ἄλλων τῶν καρπίμων δένδρων ἀνάπλεως. ἐπὶ θάτερα δὲ μέρη τὸ πεδίον ἐνέμοντο βοῶν ἀγέλαι καὶ ποῖμναι καὶ τὰ πλησίον ἕλη φορβάδων ἵππων ἔγεμε. καθόλου δὲ παντοία τις ἦν ἐν τοῖς τόποις εὐδαιμονία, τῶν ἐπιφανεστάτων Καρχηδονίων διειληφότων τὰς κτήσεις καὶ τοῖς πλούτοις πεφιλοκαληκότων πρὸς ἀπόλαυσιν.
8.5
διόπερ οἱ Σικελιῶται τό τε τῆς χώρας κάλλος καὶ τὴν εὐδαιμονίαν τὴν ἐν αὐτῇ θαυμάζοντες μετέωροι ταῖς ἐλπίσιν ἐγένοντο, θεωροῦντες ἄξια τῶν κινδύνων ἔπαθλα τοῖς νικῶσι προκείμενα.
8.6
ὁ δʼ Ἀγαθοκλῆς ὁρῶν τοὺς στρατιώτας ἀναλαμβάνοντας αὑτοὺς ἐκ τῆς ἀθυμίας καὶ προθύμους ὄντας εἰς τοὺς κινδύνους ἐξ ἐφόδου προσέβαλλε τοῖς τείχεσιν. ἀπροσδοκήτου δὲ τῆς ἐπιθέσεως γενομένης καὶ τῶν ἔνδον διὰ τὴν ἄγνοιαν καὶ τὴν τῶν πολεμικῶν ἀπειρίαν ὀλίγον ὑποστάντων χρόνον εἷλε τὴν πόλιν κατὰ κράτος· δοὺς δὲ τοῖς στρατιώταις εἰς ἁρπαγὴν ἐνέπλησε τὴν δύναμιν ὠφελείας ἅμα καὶ θάρσους.