Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

97.4 καθʼ ὃν δὴ χρόνον οἱ κατὰ τὴν πόλιν ἄνεσιν λαβόντες τῆς ἀπὸ τῶν μηχανῶν βίας ᾠκοδόμησαν τρίτον τεῖχος μηνοειδές, περιλαμβάνοντες τῇ μὲν περιφερείᾳ πάντα τὸν κινδυνεύοντα τόπον τοῦ τείχους· οὐδὲν δʼ ἧττον καὶ τάφρῳ βαθείᾳ περιέλαβον τὸ πεπτωκὸς τοῦ τείχους, ὅπως μὴ δύνηται ῥᾳδίως ὁ βασιλεὺς ἐξ ἐφόδου μετὰ βάρους εἰσπεσεῖν εἰς τὴν πόλιν.
97.5 ἐξέπεμψαν δὲ καὶ ναῦς τῶν ἄριστα πλεουσῶν, Ἀμύνταν ἐπιστήσαντες ἡγεμόνα, ὃς ἐκπλεύσας πρὸς τὴν Περαίαν τῆς Ἀσίας ἐπεφάνη παραδόξως πειραταῖς τισιν ἀπεσταλμένοις ὑπὸ Δημητρίου. οὗτοι δʼ εἶχον ἄφρακτα τρία, κράτιστοι δοκοῦντες εἶναι τῶν τῷ βασιλεῖ συστρατευόντων. γενομένης δʼ ἐπʼ ὀλίγον χρόνον ναυμαχίας οἱ Ῥόδιοι βιασάμενοι τῶν νεῶν αὐτάνδρων ἐκυρίευσαν, ἐν οἷς ἦν καὶ Τιμοκλῆς ὁ ἀρχιπειρατής.
97.6 ἐπέπλευσαν δὲ καὶ τῶν ἐμπόρων τισὶ καὶ παρελόμενοι κέλητας οὐκ ὀλίγους γέμοντας σίτου τούτους τε καὶ τὰ τῶν πειρατῶν ἄφρακτα κατήγαγον εἰς τὴν Ῥόδον νυκτός, λαθόντες τοὺς πολεμίους.
97.7 ὁ δὲ Δημήτριος ἐπισκευάσας τὰ πεπονηκότα τῶν ἔργων προσέβαλλε τῷ τείχει τὰς μηχανὰς καὶ πᾶσι τοῖς βέλεσιν ἀφειδῶς χρώμενος τοὺς μὲν ἐπὶ ταῖς ἐπάλξεσιν ἐφεστῶτας ἀνεῖρξε, τοῖς δὲ κριοῖς τύπτων τὸ συνεχὲς τοῦ τόπου δύο μὲν μεσοπύργια κατέβαλε, περὶ δὲ τὸν πύργον τὸν ἀνὰ μέσον τούτων φιλοτιμουμένοις τοῖς ἐκ τῆς πόλεως ἰσχυροὶ καὶ συνεχεῖς ἐκ διαδοχῆς ἀγῶνες ἐγίνοντο, ὥστε καὶ τὸν στρατηγὸν αὐτῶν Ἀνανίαν ἐκθύμως ἀγωνισάμενον ἀναιρεθῆναι καὶ συχνοὺς τῶν ἄλλων στρατιωτῶν ἀποθανεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme