Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

67.2 διὸ καὶ στρατόπεδόν ποτε Καρχηδονίων ὑπὸ λιμοῦ πιεζόμενον διαθρέψαι, παρεχομένων τῶν ὀρῶν πολλαῖς μυριάσι χορηγίας εἰς τροφὴν ἀνέκλειπτον. ἐν ταύτῃ δὲ τῇ χώρᾳ συναγκείας δένδρων οὔσης θεοπρεποῦς καὶ Νύμφαις. ἄλσους ἀνειμένου μυθολογοῦσι γεννηθῆναι τὸν ὀνομαζόμενον Δάφνιν, Ἑρμοῦ μὲν καὶ Νύμφης υἱόν, ἀπὸ δὲ τοῦ πλήθους καὶ τῆς πυκνότητος τῆς φυομένης δάφνης ὠνομάσθαι Δάφνιν.
51.2 οἱ δὲ τὴν Μοτύην κατοικοῦντες ἐν χερσὶ τοῦ κινδύνου καθεστῶτος ὅμως οὐ κατεπλάγησαν τὴν τοῦ Διονυσίου δύναμιν, καίπερ ὄντες ἔρημοι συμμάχων κατʼ ἐκεῖνον τὸν καιρόν. ὑπερτιθέμενοι δὲ τῇ φιλοδοξίᾳ τοὺς πολιορκοῦντας, τὸ μὲν πρῶτον ἐκ τῶν μεγίστων ἱστῶν κεραίαις ἱσταμέναις ἐβάσταζον ἄνδρας ἐν θωρακίοις, οὗτοι δʼ ἀφʼ ὑψηλῶν τόπων δᾷδας ἡμμένας ἠφίεσαν καὶ στυππεῖα καιόμενα μετὰ πίττης εἰς τὰς τῶν πολεμίων μηχανάς.
67.3 τοῦτον δʼ ὑπὸ Νυμφῶν τραφέντα, καὶ βοῶν ἀγέλας παμπληθεῖς κεκτημένον, τούτων ποιεῖσθαι πολλὴν ἐπιμέλειαν· ἀφʼ ἧς αἰτίας βουκόλον αὐτὸν ὀνομασθῆναι. φύσει δὲ διαφόρῳ πρὸς εὐμέλειαν κεχορηγημένον ἐξευρεῖν τὸ βουκολικὸν ποίημα καὶ μέλος, ὃ μέχρι τοῦ νῦν κατὰ τὴν Σικελίαν τυγχάνει διαμένον ἐν ἀποδοχῇ.
51.3 ταχὺ δὲ τῆς φλογὸς ἐπινεμομένης τὴν ὕλην, ὀξέως οἱ Σικελιῶται παραβοηθήσαντες ταύτην μὲν ἀπέσβεσαν, τοῖς δὲ κριοῖς πυκνὰς τὰς ἐμβολὰς διδόντες κατέβαλον μέρος τοῦ τείχους. συνδραμόντων δʼ ἐπὶ τὸν τόπον ἀθρόων ἐξ ἑκατέρου μέρους ἰσχυρὰν συνέβαινε τὴν μάχην γίνεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme