Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

81.6 οὐ μὴν ἀλλὰ κατὰ τοὺς ἀρχαίους χρόνους Ἰόλαος μὲν συγκατασκευάσας τὰ κατὰ τὴν ἀποικίαν ἐπανῆλθεν εἰς τὴν Ἑλλάδα, οἱ δὲ Θεσπιάδαι τῆς νήσου προεστῶτες ἐπὶ πολλὰς γενεὰς τὸ τελευταῖον ἐξέπεσον εἰς τὴν Ἰταλίαν, καὶ κατῴκησαν ἐν τοῖς κατὰ Κύμην τόποις, τὸ δʼ ἄλλο πλῆθος ἐκβαρβαρωθὲν καὶ προστησάμενον ἐκ τῶν ἐγχωρίων τοὺς ἀρίστους ἡγεμόνας διεφύλαξε τὴν ἐλευθερίαν μέχρι τῶν καθʼ ἡμᾶς χρόνων.
68.4 ἐπειδὴ δὲ ἐκείνων ἀπολομένων οἱ περιλειφθέντες πολλάκις ἐπεβάλοντο καταλῦσαι τὴν τυραννίδα, πάλιν τοῖς Καρχηδονίοις πόλεμον κατήγγειλεν· οὐ γὰρ οὕτως εὐλαβεῖτο λῦσαι τὰς συνθήκας παρὰ τοὺς ὅρκους, ὡς ἐφοβεῖτο τὰ περιλελειμμένα συστήματα τῶν Σικελιωτῶν. καὶ δὴ φαίνεται διὰ παντὸς ἐπηγρυπνηκὼς τῇ τούτων ἀπωλείᾳ.
16.1 ἡμεῖς δʼ ἀρκούντως εἰρηκότες περὶ τῆς Σαρδόνος διέξιμεν περὶ τῶν ἑξῆς κειμένων νήσων. μετὰ γὰρ τὰς προειρημένας νῆσός ἐστιν ὀνομαζομένη μὲν Πιτυοῦσσα, τὴν δὲ προσηγορίαν ἔχουσα ἀπὸ τοῦ πλήθους τῶν κατʼ αὐτὴν φυομένων πιτύων. πελαγία δʼ οὖσα διέστηκεν ἀπὸ μὲν Ἡρακλέους στηλῶν πλοῦν ἡμερῶν τριῶν καὶ τῶν ἴσων νυκτῶν, ἀπὸ δὲ Λιβύης ἡμέρας καὶ νυκτός, ἀπὸ δʼ Ἰβηρίας μιᾶς ἡμέρας· κατὰ δὲ τὸ μέγεθος παραπλήσιός ἐστι Κορκύρᾳ.
68.5 καὶ πρῶτον μὲν περὶ Πάνορμον δυνάμενος παρατάξασθαι τοῖς πολεμίοις, ἀποβαινόντων ἐκ τῶν νεῶν καὶ τὰ σώματα κακῶς ἐχόντων διὰ τὸν σάλον, οὐκ ἠβουλήθη· μετὰ δὲ ταῦτα τὴν Μεσσήνην ἐπίκαιρον καὶ τηλικαύτην πόλιν ἀβοήθητον περιιδὼν εἴασε κατασκαφῆναι, ὅπως μὴ μόνον ὡς πλεῖστοι διαφθείρωνται τῶν Σικελιωτῶν, ἀλλὰ καὶ Καρχηδόνιοι τὰς ἐξ Ἰταλίας βοηθείας καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐμφράξωσιν.
16.2 κατὰ δὲ τὴν ἀρετὴν οὖσα μετρία τὴν μὲν ἀμπελόφυτον χώραν ὀλίγην ἔχει, τὰς δʼ ἐλαίας ἐμπεφυτευμένας ἐν τοῖς κοτίνοις. τῶν δὲ φυομένων ἐν αὐτῇ καλλιστεύειν φασὶ τὴν μαλακότητα τῶν ἐρίων. διειλημμένη δὲ πεδίοις ἀξιολόγοις καὶ γεωλόφοις πόλιν ἔχει τὴν ὀνομαζομένην Ἔρεσον, ἄποικον Καρχηδονίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme