Book 20
93.5
τῶν δʼ ὑπολοίπων νεῶν τριῶν Ἀμύντας ἡγούμενος ἔπλευσεν ἐπὶ νήσων καὶ πολλοῖς πλοίοις περιτυχὼν κομίζουσι τὰ πρὸς τὰς μηχανὰς ἁρμόζοντα τοῖς πολεμίοις ἃ μὲν αὐτῶν κατέδυσεν, ἃ δὲ κατήγαγεν εἰς τὴν πόλιν, ἐν οἷς ἑάλωσαν καὶ τεχνῖται τῶν ἀξιολόγων καὶ πρὸς βέλη καὶ καταπέλτας ἐμπειρίᾳ διαφέροντες ἕνδεκα.
93.6
μετὰ δὲ ταῦτα ἐκκλησίας συναχθείσης συνεβούλευόν τινες τὰς εἰκόνας τὰς Ἀντιγόνου καὶ Δημητρίου κατασπάσαι, δεινὸν εἶναι λέγοντες ἐν ἴσῳ τιμᾶσθαι τοὺς πολιορκοῦντας τοῖς εὐεργέταις· ἐφʼ οἷς ὁ δῆμος ἀγανακτήσας τούτοις μὲν ὡς ἁμαρτάνουσιν ἐπετίμησεν, τῶν δὲ περὶ Ἀντίγονον τιμῶν οὐδεμίαν μετεκίνησεν, καλῶς πρός τε δόξαν καὶ τὸ συμφέρον βουλευσάμενος.
93.7
ἥ τε γὰρ μεγαλοψυχία καὶ τὸ βέβαιον τῆς ἐν δημοκρατίᾳ κρίσεως παρὰ μὲν τοῖς ἄλλοις ἐπαίνων ἐτύγχανε, παρὰ δὲ τοῖς πολιορκοῦσι μεταμελείας· τὰς γὰρ κατὰ τὴν Ἑλλάδα πόλεις οὐδεμίαν ἐνδεδειγμένας εὔνοιαν εἰς τοὺς εὐεργέτας ἐλευθεροῦντες τὴν διὰ τῆς πείρας φανεῖσαν βεβαιοτάτην εἰς ἀμοιβὴν χάριτος ἐφαίνοντο καταδουλούμενοι, πρός τε τὸ παράδοξον τῆς τύχης, εἰ συμβαίη τὴν πόλιν ἁλῶναι, κατελείπετʼ αὐτοῖς πρὸς παραίτησιν τῆς τηρηθείσης ὑπʼ αὐτῶν φιλίας ἀνάμνησις. ταῦτα μὲν οὖν τοῖς Ῥοδίοις ἐπράχθη συνετῶς.
94.1
Δημητρίου δὲ διὰ τῶν μεταλλέων ὑπορύξαντος τὸ τεῖχος τῶν αὐτομόλων τις ἐμήνυσε τοῖς πολιορκουμένοις ὡς οἱ ταῖς ὑπονομαῖς χρώμενοι σχεδὸν ἐντός εἰσι τοῦ τείχους.