Book 20
92.4
ἐπὶ δὲ τούτοις ὑπῆρχε καὶ τῇ ψυχῇ μετέωρος καὶ μεγαλοπρεπὴς καὶ καταφρονῶν οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν ταῖς δυναστείαις ὄντων, καὶ τὸ πάντων ἰδιώτατον, κατὰ μὲν τὴν εἰρήνην ἐν μέθαις διέτριβε καὶ συμποσίοις ἔχουσιν ὀρχήσεις καὶ κώμους καὶ τὸ σύνολον ἐζήλου τὴν μυθολογουμένην ποτὲ γενέσθαι κατʼ ἀνθρώπους τοῦ Διονύσου διάθεσιν, κατὰ δὲ τοὺς πολέμους ἐνεργὸς ἦν καὶ νήφων, ὥστε παρὰ πάντας τοὺς ἐργατευομένους ἐναγώνιον παρέχεσθαι τὸ σῶμα καὶ τὴν ψυχήν.
92.5
ἐπὶ γὰρ τούτου βέλη τὰ μέγιστα συνετελέσθη καὶ μηχαναὶ παντοῖαι πολὺ τὰς παρὰ τοῖς ἄλλοις γενομένας ὑπεραίρουσαι· καὶ σκάφη δὲ μέγιστα καθείλκυσεν οὗτος μετὰ τὴν πολιορκίαν ταύτην καὶ τὴν τοῦ πατρὸς τελευτήν.
93.1
οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν προκοπὴν τῶν παρὰ τοῖς πολεμίοις ἔργων κατεσκεύασαν ἐντὸς ἕτερον τεῖχος παράλληλον τῷ μέλλοντι πονεῖν κατὰ τὰς προσβολάς. ἐχρῶντο δὲ λίθοις καθαιροῦντες τοῦ θεάτρου τὸν περίβολον καὶ τὰς πλησίον οἰκίας, ἔτι δὲ τῶν ἱερῶν ἔνια, τοῖς θεοῖς εὐξάμενοι καλλίονα κατασκευάσειν σωθείσης τῆς πόλεως.