Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

48.2 αὕτη δʼ ἡ πόλις ἦν ἐπί τινος νήσου κειμένη, τῆς Σικελίας ἀπέχουσα σταδίους ἕξ, τῷ δὲ πλήθει καὶ τῷ κάλλει τῶν οἰκιῶν εἰς ὑπερβολὴν πεφιλοτεχνημένη διὰ τὴν εὐπορίαν τῶν κατοικούντων. εἶχε δὲ καὶ ὁδὸν στενὴν χειροποίητον φέρουσαν ἐπὶ τὸν τῆς Σικελίας αἰγιαλόν, ἣν οἱ Μοτυηνοὶ τότε διέσκαψαν, ὡς μὴ προσόδους ἔχοιεν κατʼ αὐτῶν οἱ πολέμιοι.
82.4 λέγουσι δὲ τὸν Ἀρισταῖον ἐκγόνους ἐν τῇ Κέῳ καταλιπόντα, καὶ μετὰ ταῦτα εἰς τὴν Λιβύην ἐπανελθόντα, ἀπὸ τῆς μητρὸς Νύμφης τὴν ἀναγωγὴν ποιησάμενον εἰς τὴν Σαρδὼ νῆσον καταπλεῦσαι. ἐν δὲ ταύτῃ κατοικήσαντα, καὶ τὴν νῆσον διὰ τὸ κάλλος στέρξαντα, φυτεῦσαί τε αὐτὴν καὶ τὸ πρότερον ἐξηγριωμένην ἡμερῶσαι. γεννῆσαι δʼ ἐν αὐτῇ δύο παῖδας, Χάρμον καὶ Καλλίκαρπον.
48.3 Διονύσιος δὲ μετὰ τῶν ἀρχιτεκτόνων κατασκεψάμενος τοὺς τόπους, ἤρξατο χώματα κατασκευάζειν ἐπὶ τὴν Μοτύην, καὶ τὰς μὲν μακρὰς ναῦς παρὰ τὸν εἴσπλουν τοῦ λιμένος ἐνεώλκησε, τὰ δὲ φορτηγὰ τῶν πλοίων ὥρμισε παρὰ τὸν αἰγιαλόν.
65.5 μετὰ δὲ ταῦτα ἄλλας τε νήσους ἐπελθεῖν καὶ κατὰ τὴν Σικελίαν διατρῖψαί τινα χρόνον, διὰ δὲ τὴν ἀφθονίαν τῶν ἐν τῇ νήσῳ καρπῶν καὶ τὸ πλῆθος τῶν ἐν αὐτῇ βοσκομένων κτηνῶν φιλοτιμηθῆναι τοῖς ἐγχωρίοις ἐνδείξασθαι τὰς ἰδίας εὐεργεσίας. διὸ καὶ παρὰ τοῖς κατὰ τὴν Σικελίαν οἰκοῦσι διαφερόντως φασὶ τιμηθῆναι τὸν Ἀρισταῖον ὡς θεόν, καὶ μάλισθʼ ὑπὸ τῶν συγκομιζόντων τὸν τῆς ἐλαίας καρπόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme