Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

65.2 νῦν μὲν γὰρ οὐδεὶς ἡμῶν προθύμως ὑπομένει τοὺς κινδύνους, ὅταν ἡ νίκη μηδὲν ἧττον ᾖ τῆς ἥττης· λειφθέντας γὰρ Καρχηδονίοις δεήσει ποιεῖν τὸ προσταττόμενον, νικήσαντας δὲ Διονύσιον ἔχειν βαρύτερον ἐκείνων δεσπότην. Καρχηδόνιοι μὲν γάρ, κἂν πολέμῳ κρατήσωσι, φόρον ὡρισμένον λαβόντες οὐκ ἂν ἡμᾶς ἐκώλυσαν τοῖς πατρίοις νόμοις διοικεῖν τὴν πόλιν· οὗτος δὲ τὰ μὲν ἱερὰ συλήσας, τοὺς δὲ τῶν ἰδιωτῶν πλούτους ἅμα ταῖς τῶν κεκτημένων ψυχαῖς ἀφελόμενος, τοὺς οἰκέτας μισθοδοτεῖ κατὰ τῆς τῶν δεσποτῶν δουλείας· καὶ τὰ συμβαίνοντα κατὰ τὰς τῶν πόλεων ἁλώσεις δεινά, ταῦτʼ ἐν εἰρήνῃ πράττων καταλύσειν ἐπαγγέλλεται τὸν πρὸς Καρχηδονίους πόλεμον.
79.4 μετὰ δὲ ταύτην τὴν νῆσόν ἐστιν ἑτέρα τὴν μὲν προσηγορίαν ἔχουσα Γαῦλος, πελαγία δὲ καὶ λιμέσιν εὐκαίροις κεκοσμημένη, Φοινίκων ἄποικος. ἑξῆς δʼ ἐστὶ Κέρκινα, πρὸς τὴν Λιβύην νενευκυῖα, πόλιν ἔχουσα σύμμετρον καὶ λιμένας εὐχρηστοτάτους, οὐ μόνον ταῖς ἐμπόροις, ἀλλὰ καὶ ταῖς μακραῖς ναυσὶν εὐθετοῦντας. ἐπεὶ δὲ περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων εἰρήκαμεν, ἐπάνιμεν πάλιν ἐπὶ τὰς ἑξῆς τῇ Λιπάρᾳ νήσους τὰς κειμένας κατὰ τὸ Τυρρηνικὸν καλούμενον πέλαγος.
83.3 ἡμῖν δʼ, ὦ ἄνδρες, οὐχ ἧττον τοῦ Φοινικικοῦ πολέμου καταλυτέον ἐστὶ τὸν ἐντὸς τοῦ τείχους τύραννον. ἡ μὲν γὰρ ἀκρόπολις δούλων ὅπλοις τηρουμένη κατὰ τῆς πόλεως ἐπιτετείχισται, τὸ δὲ τῶν μισθοφόρων πλῆθος ἐπὶ δουλείᾳ τῶν Συρακοσίων ἤθροισται. καὶ κρατεῖ τῆς πόλεως οὐκ ἐπʼ ἴσης βραβεύων τὸ δίκαιον, ἀλλὰ μόναρχος πλεονεξίᾳ κρίνων πράττειν πάντα. καὶ νῦν μὲν οἱ πολέμιοι βραχὺ μέρος ἔχουσι τῆς χώρας, Διονύσιος δὲ πᾶσαν ποιήσας ἀνάστατον τοῖς τὴν τυραννίδα συναύξουσιν ἐδωρήσατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme