Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

65.6 Κτησίας δʼ ὁ συγγραφεὺς τὴν τῶν Περσικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, ἀρξάμενος ἀπὸ Νίνου καὶ Σεμιράμεως. ἤκμασαν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν οἱ ἐπισημότατοι διθυραμβοποιοί, Φιλόξενος Κυθήριος, Τιμόθεος Μιλήσιος, Τελέστης Σελινούντιος, Πολύειδος, ὃς καὶ ζωγραφικῆς καὶ μουσικῆς εἶχεν ἐμπειρίαν.
62.6 διὰ γὰρ τὸ πλῆθος τῶν ἱερῶν χρημάτων εὐπορούμενοι, τῇ δαψιλείᾳ τῆς εὐπορίας ὑπερεῖδον τῶν ἀναλωμάτων· βραχὺ γὰρ πρὸ ἡμῶν εἶχον αἱ θεαὶ βοῦς μὲν ἱερὰς τρισχιλίας, χώρας δὲ πλῆθος ὥστε λαμβάνειν μεγάλας προσόδους.
47.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν παρειλήφει τὴν ἀρχὴν Λυσιάδης, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Πόπλιος Μάλλιος, Πούπλιος Μαίλιος, Σπόριος Φούριος, Λεύκιος Πούπλιος. Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος, ἐπειδὴ πάντα τὰ πρὸς τὸν πόλεμον αὐτῷ κατεσκεύαστο κατὰ τὴν ἰδίαν προαίρεσιν, ἐξέπεμψεν εἰς Καρχηδόνα κήρυκα, δοὺς ἐπιστολὴν πρὸς τὴν γερουσίαν·
81.1 ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως διεληλυθότες περὶ Ἀρισταίου γράφειν ἐγχειρήσομεν. Ἀρισταῖος γὰρ ἦν υἱὸς μὲν Ἀπόλλωνος καὶ Κυρήνης τῆς Ὑψέως θυγατρὸς τοῦ Πηνειοῦ· περὶ δὲ τῆς γενέσεως αὐτοῦ μυθολογοῦσί τινες οὕτως. Ἀπόλλωνα, περὶ τὸ Πήλιον τρεφομένης κόρης ὄνομα Κυρήνης κάλλει διαφερούσης, ἐρασθῆναι τῆς παρθένου, καὶ μετενεγκεῖν αὐτὴν τῆς Λιβύης εἰς ταύτην τὴν χώραν, ἐν ᾗ κατὰ τοὺς ὕστερον χρόνους τινὰ κτίσαντα πόλιν ἀπʼ ἐκείνης ὀνομάσαι Κυρήνην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme