Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

85.4 οἱ δὲ Ῥόδιοι θεωροῦντες τοῦ Δημητρίου τὴν πᾶσαν ἐπιβολὴν οὖσαν ἐπὶ τὸν λιμένα καὶ αὐτοὶ τὰ πρὸς τὴν ἀσφάλειαν τούτου παρεσκευάζοντο. δύο μὲν οὖν ἔστησαν μηχανὰς ἐπὶ τοῦ χώματος, τρεῖς δʼ ἐπὶ φορτηγῶν πλοίων πλησίον τῶν κλείθρων τοῦ μικροῦ λιμένος· ἐν δὲ ταύταις ἔθηκαν πλῆθος ὀξυβελῶν καὶ πετροβόλων παντοίων τοῖς μεγέθεσιν, ὅπως, ἐάν τε ἀποβιβάζωσιν οἱ πολέμιοι πρὸς τὸ χῶμα στρατιώτας ἄν τε τὰς μηχανὰς προσάγωσι, διὰ τούτων αὐτοὺς εἴργεσθαι τῆς ἐπιβολῆς. ἐπέστησαν δὲ καὶ τοῖς ὁρμοῦσι τῶν φορτηγῶν πλοίων ἐν τῷ λιμένι βελοστάσεις οἰκείας τοῖς ἐπιτίθεσθαι μέλλουσι καταπέλταις.
86.1 ἀμφοτέρων δὲ τοῦτον τὸν τρόπον παρεσκευασμένων ὁ Δημήτριος τὸ μὲν πρῶτον ἐπιβαλόμενος προσάγειν τὰς μηχανὰς τοῖς λιμέσιν ἐκωλύθη κλύδωνος ἐπιγενομένου τραχυτέρου· μετὰ δὲ ταῦτα νυκτὸς εὐδίας λαβόμενος ἔλαθε παραπλεύσας καὶ καταλαβόμενος ἄκρον τὸ χῶμα τοῦ μεγάλου λιμένος εὐθὺς περιεχαράκωσε τὸν τόπον καὶ διέφραξε θυρώμασι καὶ πέτροις, ἐξεβίβασε δʼ εἰς αὐτὸν στρατιώτας τετρακοσίους καὶ βελῶν πλῆθος παντοδαπῶν, ἀπέχοντος ἀπὸ τῶν τειχῶν τοῦ τόπου τούτου πέντε πλέθρα.
86.2 ἔπειθʼ ἡμέρας γενομένης παρεκόμισε τὰς μηχανὰς εἰς τὸν λιμένα μετὰ σάλπιγγος καὶ κραυγῆς ταὶ τοῖς μὲν ἐλάττοσιν ὀξυβελέσι μακρὰν φερομένοις ἀνεῖργε τοὺς ἐργαζομένους τὸ παρὰ τὸν λιμένα τεῖχος, τοῖς δὲ πετροβόλοις τάς τε μηχανὰς τῶν πολεμίων καὶ τὸ διὰ τοῦ χώματος τεῖχος τῇ μὲν διέσεισε, τῇ δὲ κατέβαλεν, ἀσθενὲς ὑπάρχον καὶ ταπεινὸν ἐκείνοις τοῖς καιροῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme