Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

61.4 Ἰμίλκων δὲ δυσὶν ἡμέραις κατανύσας εἰς τὸν τῶν Καταναίων αἰγιαλόν, τὰς μὲν ναῦς ἁπάσας ἐνεώλκησε, μεγάλου πνεύματος ἐπιγενομένου, τὴν δὲ δύναμιν ἐφʼ ἡμέρας τινὰς ἀναλαμβάνων πρέσβεις ἀπέστειλε πρὸς τοὺς τὴν Αἴτνην κατέχοντας Καμπανούς, παρακαλῶν ἀποστῆναι τοῦ Διονυσίου.
76.1 τοῦ δʼ Αἰόλου υἱοὺς γενέσθαι τὸν ἀριθμὸν ἕξ, Ἀστύοχον καὶ Ξοῦθον καὶ Ἀνδροκλέα, πρὸς δὲ τούτοις Φεραίμονα καὶ Ἰόκαστον καὶ Ἀγάθυρνον· πάντας δὲ τούτους διά τε τὴν τοῦ πατρὸς δόξαν καὶ διὰ τὰς ἀρετὰς ἀποδοχῆς μεγάλης τυχεῖν· τούτων δʼ Ἰόκαστος μὲν τῆς Ἰταλίας ἀντεχόμενος ἐβασίλευσε τῆς παραλίας μέχρι τῶν κατὰ τὸ Ῥήγιον τόπων, Φεραίμων δὲ καὶ Ἀνδροκλῆς ἐδυνάστευσαν τῆς Σικελίας ἀπὸ τοῦ πορθμοῦ μέχρι τῶν κατὰ τὸ Λιλύβαιον τόπων. ταύτης δὲ τῆς χώρας τὰ μὲν πρὸς ἕω κεκλιμένα μέρη κατῴκουν Σικελοί, τὰ δὲ πρὸς δυσμὰς Σικανοί.
61.5 ἐπηγγέλλετο δʼ αὐτοῖς χώραν τε δωρήσεσθαι πολλὴν καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων κοινωνοὺς ποιήσεσθαι· ἐδίδασκε δὲ καὶ τοὺς τὴν Ἔντελλαν κατοικοῦντας Καμπανοὺς εὐδοκοῦντας Καρχηδονίοις καὶ συμμαχοῦντας κατὰ τῶν Σικελιωτῶν, καθόλου δὲ τὸ τῶν Ἑλλήνων ἀπεδείκνυε πολέμιον ὑπάρχον τῶν ἄλλων ἐθνῶν.
76.2 ταῦτα δὲ τὰ ἔθνη πρὸς ἄλληλα διεφέροντο, τοῖς δʼ Αἰόλου παισὶ τοῖς προειρημένοις ἑκουσίως ὑπήκουον διά τε τὴν τοῦ πατρὸς Αἰόλου διαβεβοημένην εὐσέβειαν καὶ διὰ τὴν αὐτῶν ἐκείνων ἐπιείκειαν. ἐβασίλευσε δὲ καὶ Ξοῦθος τῆς περὶ τοὺς Λεοντίνους χώρας, ἥτις ἀπʼ ἐκείνου μέχρι τοῦ νῦν χρόνου Ξουθία προσαγορεύεται. Ἀγάθυρνος δὲ βασιλεύσας τῆς νῦν ὀνομαζομένης Ἀγαθυρνίτιδος χώρας ἔκτισε πόλιν τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Ἀγάθυρνον. Ἀστύοχος δὲ τῆς Λιπάρας ἔσχε τὴν ἡγεμονίαν.
61.6 οἱ δὲ Καμπανοὶ δεδωκότες ὁμήρους τῷ Διονυσίῳ, καὶ τοὺς ἀρίστους τῶν στρατιωτῶν ἀπεσταλκότες εἰς Συρακούσας, ἠναγκάσθησαν διατηρῆσαι τὴν πρὸς Διονύσιον συμμαχίαν, καίπερ ἐπιθυμοῦντες μεταβαλέσθαι πρὸς Καρχηδονίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme