Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

84.6 αὗται δὲ παραδόξως ἐπιφανεῖσαι πολλὰ μὲν πλοῖα τῶν ἐπὶ τὴν προνομὴν τῆς χώρας ὠφελείας χάριν πλεόντων ἐμπόρων κατεπόντισαν, οὐκ ὀλίγα δὲ καὶ πρὸς τὸν αἰγιαλὸν κατασπῶσαι συνέκαυσαν καὶ τῶν αἰχμαλώτων τὰ δυνάμενα δοῦναι λύτρον παρεκόμιζον εἰς τὴν πόλιν· συνέθεντο γὰρ οἱ Ῥόδιοι πρὸς τὸν Δημήτριον ὥστε ἀλλήλοις διδόναι λύτρον ἐλευθέρου μὲν χιλίας δραχμάς, δούλου δὲ πεντακοσίας.
85.1 πρὸς τὰς θέσεις τῶν ὀργάνων δὲ ὁ Δημήτριος ἄφθονον ἔχων ἁπάντων χορηγίαν ἤρξατο κατασκευάζειν δύο χελώνας, τὴν μὲν πρὸς τοὺς πετροβόλους, τὴν δὲ πρὸς τοὺς ὀξυβελεῖς, ἀμφοτέρας δὲ ταύτας ἐπὶ δύο πλοίων φορτηγῶν διαβεβηκυίας καὶ κατεζευγμένας, δύο δὲ πύργους τετραστέγους ὑπερέχοντας τοῖς ὕψεσι τῶν ἐπὶ τοῦ λιμένος πύργων, ἑκάτερον δὲ τούτων ἐπὶ δύο πλοίων ἴσον βεβηκότα καὶ κατειλημμένον, ὅπως ἐν τῷ προσάγειν ἡ στάσις ἑκατέρα τῶν πλευρῶν ἰσόρροπον ἔχῃ τὸ βάρος.
85.2 κατεσκεύασε δὲ καὶ χάρακα πλωτὸν ἐπὶ τετραπέδων ξύλων καθηλωμένον, ὅπως προπλέων οὗτος κωλύῃ τοὺς πολεμίους ἐπιπλέοντας ἐμβολὰς διδόναι τοῖς φέρουσι τὰς μηχανὰς πλοίοις.
85.3 ἐν ὅσῳ δὲ ταῦτα τὴν συντέλειαν ἐλάμβανεν, ἀθροίσας τοὺς ἁδροτάτους τῶν λέμβων καὶ τούτους καταφράξας σανίσι καὶ θυρίδας κλειστὰς κατασκευάσας ἐνέθετο μὲν τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς πορρωτάτω βάλλοντας καὶ τοὺς τούτοις κατὰ τρόπον χρησομένους, ἔτι δὲ τοξότας Κρῆτας, τὰς δὲ ναῦς προσαγαγὼν ἐντὸς βέλους κατετίτρωσκε τοὺς κατὰ τὴν πόλιν ὑψηλότερα τὰ παρὰ τὸν λιμένα τείχη κατασκευάζοντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme