Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

78.5 τῆς δὲ μάχης τοιοῦτον λαβούσης τὸ τέλος, οἱ Καρχηδόνιοι τοὺς ἀτάκτως φεύγοντας σφᾶς φιλοτιμότερον διώξαντες διέφθειραν μὲν ναῦς πλείους τῶν ἑκατόν, τὰ δʼ ὑπηρετικὰ παρὰ τὸν αἰγιαλὸν καταστήσαντες ἀνῄρουν τῶν ναυτῶν τοὺς διανηχομένους πρὸς τὸ πεζὸν στρατόπεδον.
7.2 καθʼ ἣν ὁμώνυμος πόλις καθίδρυται. κεῖνται δʼ αὗται μεταξὺ Σικελίας καὶ Ἰταλίας ἐπʼ εὐθείας ἀπὸ πορθμοῦ καὶ τῆς πρὸς ἕω πρὸς δύσιν. ἀπέχουσι δὲ τῆς Σικελίας ὡς ἑκατὸν πεντήκοντα σταδίους, καὶ τὸ μέγεθός εἰσιν ἀλλήλαις παραπλήσιαι· ἡ δὲ μεγίστη αὐτῶν ἐστι τὴν περίμετρον σταδίων ὡς ἑκατὸν πεντήκοντα.
78.6 πολλῶν δʼ ἀπολλυμένων οὐ μακρὰν τῆς γῆς, τῶν περὶ τὸν Διονύσιον οὐδαμῶς δυναμένων βοηθῆσαι, πᾶς ὁ τόπος ἔγεμε νεκρῶν καὶ ναυαγίων. ἀπώλοντο μὲν οὖν ἐν τῇ ναυμαχίᾳ τῶν μὲν Καρχηδονίων οὐκ ὀλίγοι, τῶν δὲ Σικελιωτῶν ναῦς μὲν πλείω τῶν ἑκατόν, ἄνδρες δʼ ὑπὲρ τοὺς δισμυρίους.
7.3 αὗται δὲ πᾶσαι πυρὸς ἐσχήκασιν ἀναφυσήματα μεγάλα, ὧν κρατῆρες οἱ γεγενημένοι καὶ τὰ στόμια μέχρι τοῦ νῦν εἰσι φανερά. ἐν δὲ τῇ Στρογγύλῃ καὶ τῇ Ἱερᾷ μέχρι τοῦ νῦν ἐκ τῶν χασμάτων ἐκπίπτει πνεύματος μέγεθος καὶ βρόμος ἐξαίσιος· ἐκφυσᾶται δὲ καὶ ἅμμος καὶ λίθων διαπύρων πλῆθος, καθάπερ ἔστιν ὁρᾶν καὶ περὶ τὴν Αἴτνην γινόμενον.
79.7 ἀπὸ δὲ τῆς μάχης οἱ μὲν Φοίνικες περὶ τὴν Κατάνην ὁρμίσαντες τὰς τριήρεις, ἀνήψαντο τὰς αἰχμαλώτους ναῦς, καὶ καθελκύσαντες αὐτὰς ἐθεράπευον, ὥστε τοῖς Καρχηδονίοις μὴ μόνον ἀκουστόν, ἀλλὰ καὶ θεωρητὸν ποιῆσαι τὸ μέγεθος τοῦ προτερήματος.
7.4 λέγουσι γάρ τινες ἐκ τούτων τῶν νήσων ὑπονόμους εἶναι κατὰ γῆς μέχρι τῆς Αἴτνης καὶ τοῖς ἐπʼ ἀμφότερα στομίοις συνημμένους· διὸ καὶ κατὰ τὸ πλεῖστον ἐναλλὰξ κάεσθαι τοὺς ἐν ταύταις ταῖς νήσοις κρατῆρας τῶν κατὰ τὴν Αἴτνην.
61.1 οἱ δὲ Σικελιῶται τὴν πορείαν μὲν ἐπὶ Συρακουσῶν ἐποιήσαντο, νομίζοντες δὲ πάντως εἰς ἐργώδη πολιορκίαν συγκλεισθήσεσθαι, παρεκάλουν τὸν Διονύσιον εὐθέως ἀπαντᾶν τοῖς περὶ τὸν Ἰμίλκωνα διὰ τὴν γεγενημένην νίκην· τάχα γὰρ τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπλήξεσθαι τοὺς βαρβάρους καὶ τὸ πρότερον ἐλάττωμα διορθώσεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme