Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

82.4 Δημήτριος δὲ πᾶσαν τὴν δύναμιν ἀθροίσας εἰς τὸν ἐν Λωρύμοις λιμένα στόλον ἐξήρτυε πρὸς τὸν ἐπίπλουν τὸν ἐπὶ τὴν Ῥόδον. εἶχε δὲ ναῦς μακρὰς μὲν παντοίας μεγέθει διακοσίας, ὑπηρετικὰ δὲ πλείω τῶν ἑκατὸν ἑβδομήκοντα· ἐν δὲ τούτοις ἐκομίζοντο στρατιῶται βραχὺ λειπόμενοι τῶν τετρακισμυρίων σὺν ἱππεῦσι καὶ τοῖς συμμαχοῦσι πειραταῖς. ὑπῆρχε δὲ καὶ βελῶν παντοίων πλῆθος καὶ πάντων τῶν πρὸς πολιορκίαν χρησίμων μεγάλη παρασκευή.
82.5 χωρὶς δὲ τούτων ἰδιωτικὰ πόρια συνηκολούθει τῶν ταῖς ἀγοραῖς χρωμένων βραχὺ λειπόμενα τῶν χιλίων· πολλὰ γὰρ ἔτη τῆς χώρας τῆς Ῥοδίων ἀπορθήτου γεγενημένης συνέρρει πανταχόθεν πλῆθος τῶν εἰωθότων ὠφελείας ἰδίας ἡγεῖσθαι τὰ τῶν πολεμουμένων ἀτυχήματα.
83.1 ὁ μὲν οὖν Δημήτριος ὥσπερ εἴς τινα ναυμαχίαν ἐκτάξας τὸν στόλον καταπληκτικῶς προηγεῖσθαι μὲν ἐποίησε τὰς μακρὰς ναῦς, ἐχούσας ἐπὶ ταῖς πρῴραις τοὺς τρισπιθάμους τῶν ὀξυβελῶν, ἐπακολουθεῖν δὲ τὰς στρατιωτικὰς καὶ τὰς ἱππηγοὺς ῥυμουλκουμένας ὑπὸ τῶν ταῖς εἰρεσίαις χρωμένων, ἐπὶ πᾶσι δὲ καὶ τὰ τῶν πειρατῶν πόρια καὶ τὰ τῶν ἐμπόρων καὶ ἀγοραίων, ὑπεράγοντα τῷ πλήθει, καθάπερ προείρηται, ὥστε πάντα τὸν ἀνὰ μέσον τόπον τῆς τε νήσου καὶ τῆς ἀντικειμένης παραλίας συμπεπληρωμένον φαίνεσθαι τοῖς πλοίοις καὶ πολὺν φόβον καὶ κατάπληξιν παρέχεσθαι τοῖς ἀπὸ τῆς πόλεως θεωροῦσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme