Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

58.7 κατηγορηθεὶς δὲ καὶ καταδικασθεὶς ὑπὸ τῶν Ἀρεοπαγιτῶν φόνου, τὸ μὲν πρῶτον ἔφυγεν εἰς ἕνα τῶν κατὰ τὴν Ἀττικὴν δήμων, ἐν ᾧ τοὺς κατοικοῦντας ἀπʼ ἐκείνου Δαιδαλίδας ὀνομασθῆναι.
42.3 ἀκούων γὰρ ὁ Διονύσιος ἐν Κορίνθῳ ναυπηγηθῆναι τριήρη πρώτως, ἔσπευδε κατὰ τὴν ἀποικισθεῖσαν ὑπʼ ἐκείνων πόλιν αὐξῆσαι τὸ μέγεθος τῆς τῶν νεῶν κατασκευῆς.
77.1 μετὰ δὲ ταῦτα διαδρὰς εἰς Κρήτην, καὶ διὰ τὴν ἐν τῇ τέχνῃ δόξαν θαυμαζόμενος, φίλος ἐγένετο Μίνωος τοῦ βασιλέως. κατὰ δὲ τὸν παραδεδομένον μῦθον Πασιφάης τῆς Μίνωος γυναικὸς ἐρασθείσης τοῦ ταύρου, μηχάνημα ποιήσας ὡμοιωμένον βοΐ συνήργησε τῇ Πασιφάῃ πρὸς τὴν ἐπιθυμίαν.
61.4 λαβὼν δʼ ἐκ τῆς Ἰταλίας ἐξαγωγὴν ὕλης, τοὺς μὲν ἡμίσεις τῶν ὑλοτόμων εἰς τὸ κατὰ τὴν Αἴτνην ὄρος ἀπέστειλε, γέμον κατʼ ἐκείνους τοὺς χρόνους πολυτελοῦς ἐλάτης τε καὶ πεύκης, τοὺς δʼ ἡμίσεις εἰς τὴν Ἰταλίαν ἀποστείλας παρεσκευάσατο ζεύγη μὲν τὰ πρὸς τὴν θάλατταν κατακομιοῦντα, πλοῖα δὲ καὶ τοὺς ὑπηρέτας πρὸς τὸ τὰς σχεδίας ἀπάγεσθαι κατὰ τάχος εἰς τὰς Συρακούσας.
59.2 μυθολογοῦσι γὰρ πρὸ τούτων τῶν χρόνων Μίνωα κατʼ ἐνιαυτὸν συνήθως καθιεροῦν τὸν κάλλιστον τῶν γινομένων ταύρων τῷ Ποσειδῶνι καὶ θύειν τοῦτον τῷ θεῷ· γενομένου δὲ τότε ταύρου κάλλει διαφέροντος ἕτερον τῶν ἡττόνων ταύρων θῦσαι· τὸν δὲ Ποσειδῶνα μηνίσαντα τῷ Μίνῳ ποιῆσαι τὴν γυναῖκα αὐτοῦ Πασιφάην ἐρασθῆναι τοῦ ταύρου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme