Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

57.1 περὶ ταῦτα δʼ ὄντων αὐτῶν, Ἰμίλκων θεωρῶν ἐκβοηθοῦντας τοὺς Μεσσηνίους περὶ τὴν ἀπόβασιν, ἀπέστειλε τῶν νεῶν διακοσίας ἐπὶ τὴν πόλιν· ἤλπιζε γάρ, ὅπερ ἦν εἰκός, τῶν στρατιωτῶν τὴν ἀπόβασιν κωλυόντων τοὺς ἐν ταῖς ναυσὶ κυριεύσειν ῥᾳδίως τῆς Μεσσήνης οὔσης ἐρήμου τῶν ἀμυνομένων.
3.2 γενέσθαι δὲ μυθολογοῦσι τὴν ἁρπαγὴν τῆς Κόρης ἐν τοῖς λειμῶσι τοῖς κατὰ τὴν Ἔνναν. ἔστι δʼ ὁ τόπος οὗτος πλησίον μὲν τῆς πόλεως, ἴοις δὲ καὶ τοῖς ἄλλοις ἄνθεσι παντοδαποῖς ἐκπρεπὴς καὶ τῆς θεᾶς ἄξιος. διὰ δὲ τὴν ἀπὸ τῶν φυομένων ἀνθῶν εὐωδίαν λέγεται τοὺς κυνηγεῖν εἰωθότας κύνας μὴ δύνασθαι στιβεύειν, ἐμποδιζομένους τὴν φυσικὴν αἴσθησιν. ἔστι δʼ ὁ προειρημένος λειμὼν ἄνωθεν μὲν ὁμαλὸς καὶ παντελῶς εὔυδρος, κύκλῳ δʼ ὑψηλὸς καὶ πανταχόθεν κρημνοῖς ἀπότομος. δοκεῖ δʼ ἐν μέσῳ κεῖσθαι τῆς ὅλης νήσου, διὸ καὶ Σικελίας ὀμφαλὸς ὑπό τινων προσαγορεύεται.
57.2 πνεύσαντος δὲ βορέου τὰς μὲν ναῦς συνέβη ταχέως πλήρεσι τοῖς ἱστίοις εἰς τὸν λιμένα κατενεχθῆναι, τοὺς δʼ ἐπὶ τῇ Πελωρίδι παραφυλάττοντας Μεσσηνίους ὑστερῆσαι τῆς τῶν νεῶν παρουσίας, καίπερ κατὰ σπουδὴν ἐπειγομένους.
3.3 ἔχει δὲ καὶ πλησίον ἄλση καὶ λειμῶνας καὶ περὶ ταῦτα ἕλη, καὶ σπήλαιον εὐμέγεθες, ἔχον χάσμα κατάγειον πρὸς τὴν ἄρκτον νενευκός, δι’ οὗ μυθολογοῦσι τὸν Πλούτωνα μεθʼ ἅρματος ἐπελθόντα ποιήσασθαι τὴν ἁρπαγὴν τῆς Κόρης. τὰ δὲ ἴα καὶ τῶν ἄλλων ἀνθῶν τὰ παρεχόμενα τὴν εὐωδίαν παραδόξως διʼ ὅλου τοῦ ἐνιαυτοῦ παραμένειν θάλλοντα καὶ τὴν ὅλην πρόσοψιν
76.3 διόπερ οἱ Καρχηδόνιοι περιστρατοπεδεύσαντες τὴν Μεσσήνην καὶ διὰ τῶν πεπτωκότων τειχῶν εἰσβιασάμενοι τῆς πόλεως ἐκυρίευσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme