Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

76.2 εἶτʼ ἐμπεσόντος βορέου λαμπροῦ καὶ τοῦ κλύδωνος εἰς ὕψος αἰρομένου τρία μὲν σκάφη τῶν τετρηρικῶν καὶ τῶν στρατιωτικῶν πορίων ἅμα κατὰ τὸ αὐτὸ βιαιότερον ὑπὸ τοῦ κύματος ἐπὶ τὴν γῆν ἐξεβράσθη καὶ τοῖς περὶ τὸν Πτολεμαῖον ὑποχείρια κατέστη, αἱ δʼ ἄλλαι ἐκβιασαμένων τῶν πληρωμάτων διεσώθησαν πρὸς τὴν Ἀντιγόνου στρατοπεδείαν.
76.3 τῶν δὲ περὶ τὸν Πτολεμαῖον διειληφότων πᾶσαν τὴν περὶ τὸν ποταμὸν ἔκβασιν φυλακαῖς ἰσχυραῖς καὶ πολλῶν μὲν σκαφῶν ποταμίων αὐτῷ παρεσκευασμένων, πάντων δὲ τούτων ἐχόντων βέλη παντοῖα καὶ τοὺς χρησομένους αὐτοῖς ἄνδρας οἱ περὶ τὸν Ἀντίγονον οὐ μετρίως ἠποροῦντο·
76.4 ἡ γὰρ ναυτικὴ δύναμις ἄχρηστος ἦν αὐτοῖς προκατειλημμένου τοῦ Πηλουσιακοῦ στόματος ὑπὸ τῶν πολεμίων, τό τε πεζὸν στράτευμα τὴν ὁρμὴν ἄπρακτον εἶχε τῷ μεγέθει τοῦ ποταμοῦ διειργόμενον, τὸ δὲ μέγιστον, ἡμερῶν ἤδη συχνῶν διεληλυθυιῶν ὑπολείπειν ἤδη συνέβαινε τόν τε σῖτον καὶ τὰ χορτάσματα τοῖς κτήνεσι.
76.5 διὰ δὴ ταῦτα τῆς δυνάμεως ἀθυμούσης παραλαβὼν τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας Ἀντίγονος προέθηκε βουλὴν πότερον συμφέρει μένειν καὶ διαπολεμεῖν, ἢ νῦν μὲν ἐπανελθεῖν εἰς Συρίαν, ὕστερον δὲ κάλλιον παρασκευασαμένους στρατεῦσαι καθʼ ὃν ἂν χρόνον ἐλάχιστος ὁ Νεῖλος εἶναι δόξῃ.
76.6 πάντων δὲ κατενεχθέντων ἐπὶ τὸ τὴν ταχίστην ἀπιέναι παρήγγειλε τοῖς στρατιώταις ἀναζευγνύειν καὶ ταχὺ πάλιν ἐπανῆλθεν εἰς τὴν Συρίαν, συμπαραπλέοντος αὐτῷ καὶ τοῦ στόλου παντός. Πτολεμαῖος δὲ μετὰ τὴν ἀπαλλαγὴν τῶν πολεμίων περιχαρὴς γενόμενος καὶ θύσας τοῖς θεοῖς χαριστήρια τοὺς φίλους εἱστία λαμπρῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme