Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 20

arg. τάδε ἔνεστιν ἐν τῇ εἰκοστῇ τῶν Διοδώρου βύβλων.
arg. α. ὡς Ἀγαθοκλῆς διαβὰς εἰς Λιβύην ἐνίκησεν παρατάξει Καρχηδονίους καὶ πολλῶν πόλεων ἐκυρίευσεν.
arg. β. ὡς Κάσανδρος Αὐδολέοντι μὲν ἐβοήθησε, πρὸς δὲ Πτολεμαῖον τὸν Ἀντιγόνου στρατηγὸν ἀποστάτην γενόμενον συμμαχίαν ἐποιήσατο.
arg. γ. ὡς Πτολεμαῖος μὲν τῶν περὶ Κιλικίαν πόλεών τινας εἷλε, Δημήτριος δʼ ὁ Ἀντιγόνου ταύτας ἀνεκτήσατο.
arg. δ. ὡς Πολυπέρχων μὲν Ἡρακλέα τὸν ἐκ Βαρσίνης ἐπεχείρησε κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν, Πτολεμαῖος δὲ Νικοκρέοντα τὸν βασιλέα τῶν Παφίων ἐπανείλατο.
arg. ε. περὶ τῶν πραχθέντων ἐν μὲν τῷ Βοσπόρῳ τοῖς βασιλεῦσιν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις καὶ Σαμνίταις.
arg. ς. Πτολεμαίου στρατεία ἐπὶ Κιλικίαν καὶ τὴν ἑξῆς παραθαλάττιον.
arg. ζ. Ἡρακλέους ἀναίρεσις ὑπὸ Πολυπέρχοντος.
arg. η. Ἀμίλκου τοῦ στρατηγοῦ τῶν Καρχηδονίων ἅλωσις ὑπὸ Συρακοσίων.
arg. θ. ὡς Ἀκραγαντῖνοι τοὺς Σικελιώτας ἐλευθεροῦν ἐπεχείρησαν.
arg. ι. ὡς τῶν Συρακοσίων εἴκοσι ναῦς ἥλωσαν.
arg. ια. περὶ τῆς ἐν Λιβύῃ γενομένης στάσεως καὶ τοῦ κινδύνου τοῦ περὶ τὸν Ἀγαθοκλέα.
arg. ιβ. περὶ τῶν πραχθέντων Ἀππίῳ Κλαυδίῳ κατὰ τὴν τιμητικὴν ἀρχήν.
arg. ιγ. παράδοσις Κορίνθου καὶ Σικυῶνος Πτολεμαίῳ.
arg. ιδ. Κλεοπάτρας ἐν Σάρδεσιν ἀναίρεσις.
arg. ιε. ὡς Ἀγαθοκλῆς Καρχηδονίους μὲν ἐνίκησεν μάχῃ, τὸν δὲ δυνάστην τῆς Κυρήνης Ὀφέλλαν μεταπεμψάμενος ἐπὶ κοινοπραγίαν κατέσφαξεν, καὶ τὴν μετὰ τούτου δύναμιν παρέλαβεν.
arg. ις. ὡς Καρχηδόνιοι Βορμίλκαν ἐπιθέμενον τυραννίδι κατέλυσαν.
arg. ιζ. ὡς Ἀγαθοκλέους ἀποπέμψαντος εἰς Σικελίαν τὰ λάφυρα τινὰ τῶν πλοίων ἐναυάγησεν.
1 / 151 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme