Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

28.4 οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀπίστως ἔχοντες τοῖς Ἕλλησι, τούτους μὲν ἀφώπλισαν, τὰ δὲ ὅπλα τοῖς ἑαυτῶν φίλοις παρέδωκαν· παρακαλέσαντες δὲ τὰ πλήθη, καὶ τὸν Ξέρξην αὐτὸν μετὰ πολλῆς δυνάμεως εἰπόντες ἥξειν βοηθόν, ἐποίησαν ἅπαντας εὐθαρσεῖς πρὸς τὸν κίνδυνον.
30.1 ἡ γὰρ Αἴγυπτος κεῖται μὲν μάλιστά πως κατὰ μεσημβρίαν, ὀχυρότητι δὲ φυσικῇ καὶ κάλλει χώρας οὐκ ὀλίγῳ δοκεῖ προέχειν τῶν εἰς βασιλείαν ἀφωρισμένων τόπων.
31.1 ἀμφοτέρων δὲ αὐτῶν ἐκταξάντων τὴν στρατιὰν καὶ προσαγόντων ἐπʼ ἀλλήλους, οἱ μὲν Πέρσαι τοὺς πολεμίους ὁρῶντες ὀλίγους ὄντας κατεφρόνησαν αὐτῶν καὶ μετὰ πολλῆς κραυγῆς ἐπεφέροντο·
30.2 ἀπὸ μὲν γὰρ τῆς δύσεως ὠχύρωκεν αὐτὴν ἡ ἔρημος καὶ θηριώδης τῆς Λιβύης, ἐπὶ πολὺ μὲν παρεκτείνουσα, διὰ δὲ τὴν ἀνυδρίαν καὶ τὴν σπάνιν τῆς ἁπάσης τροφῆς ἔχουσα τὴν διέξοδον οὐ μόνον ἐπίπονον, ἀλλὰ καὶ παντελῶς ἐπικίνδυνον· ἐκ δὲ τῶν πρὸς νότον μερῶν οἵ τε καταράκται τοῦ Νείλου καὶ τῶν ὀρῶν τὰ συνορίζοντα τούτοις·
31.2 τῶν δὲ Σαμίων καὶ Μιλησίων πανδημεὶ προελομένων βοηθῆσαι τοῖς Ἕλλησι καὶ μετʼ ἀλλήλων κοινῇ προσαγόντων κατὰ σπουδήν, ὡς προϊόντες εἰς ὄψιν ἦλθον τοῖς Ἕλλησιν, οἱ μὲν Ἴωνες ἐνόμιζον εὐθαρσεστέρους ἔσεσθαι τοὺς Ἕλληνας, ἀπέβη δὲ τοὐναντίον.
38.3 ἀπὸ γὰρ τῆς Τρωγλοδυτικῆς καὶ τῶν ἐσχάτων τῆς Αἰθιοπίας μερῶν ἐντὸς σταδίων πεντακισχιλίων καὶ πεντακοσίων οὔτε πλεῦσαι διὰ τοῦ ποταμοῦ ῥᾴδιον οὔτε πεζῇ πορευθῆναι μὴ τυχόντα βασιλικῆς ἢ παντελῶς μεγάλης τινὸς χορηγίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme