Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

 
τέταρτον δʼ ἐστὶ μέρος τὸ τῶν τεχνιτῶν· καὶ τούτων οἱ μέν εἰσιν ὁπλοποιοί, οἱ δὲ τοῖς γεωργοῖς ἤ τισιν ἄλλοις τὰ χρήσιμα πρὸς ὑπηρεσίαν κατασκευάζουσιν. οὗτοι δʼ οὐ μόνον ἀτελεῖς εἰσιν, ἀλλὰ καὶ σιτομετρίαν ἐκ τοῦ βασιλικοῦ λαμβάνουσι.
 
πέμπτον δὲ τὸ στρατιωτικόν, εἰς τοὺς πολέμους εὐθετοῦν, τῷ μὲν πλήθει δεύτερον, ἀνέσει δὲ καὶ παιδιᾷ πλείστῃ χρώμενον ἐν ταῖς εἰρήναις. τρέφεται δʼ ἐκ τοῦ βασιλικοῦ πᾶν τὸ πλῆθος τῶν στρατιωτῶν καὶ τῶν πολεμιστῶν ἵππων τε καὶ ἐλεφάντων.
 
ἕκτον δʼ ἐστὶ τὸ τῶν ἐφόρων· οὗτοι δὲ πολυπραγμονοῦντες πάντα καὶ ἐφορῶντες τὰ κατὰ τὴν Ἰνδικὴν ἀπαγγέλλουσι τοῖς βασιλεῦσιν, ἐὰν δʼ ἡ πόλις αὐτῶν ἀβασίλευτος ᾖ, τοῖς ἄρχουσιν.
 
ἕβδομον δʼ ἐστὶ μέρος τὸ βουλεῦον μὲν καὶ συνεδρεῦον τοῖς ὑπὲρ τῶν κοινῶν βουλευομένοις, πλήθει μὲν ἐλάχιστον, εὐγενείᾳ δὲ καὶ φρονήσει μάλιστα θαυμαζόμενον· ἐκ τούτων γὰρ οἵ τε σύμβουλοι τοῖς βασιλεῦσίν εἰσιν οἵ τε διοικηταὶ τῶν κοινῶν καὶ οἱ δικασταὶ τῶν ἀμφισβητουμένων, καὶ καθόλου τοὺς ἡγεμόνας καὶ τοὺς ἄρχοντας ἐκ τούτων ἔχουσι.
 
τὰ μὲν οὖν μέρη τῆς διῃρημένης πολιτείας παρʼ Ἰνδοῖς σχεδὸν ταῦτʼ ἔστιν· οὐκ ἔξεστι δὲ γαμεῖν ἐξ ἄλλου γένους ἢ προαιρέσεις ἢ τέχνας μεταχειρίζεσθαι, οἷον στρατιώτην ὄντα γεωργεῖν ἢ τεχνίτην ὄντα φιλοσοφεῖν.
 
ἔχει δʼ ἡ τῶν Ἰνδῶν χώρα πλείστους καὶ μεγίστους ἐλέφαντας, ἀλκῇ τε καὶ μεγέθει πολὺ διαφέροντας. ὀχεύεται δὲ τοῦτο τὸ ζῷον οὐχ ὥσπερ τινές φασιν, ἐξηλλαγμένως, ἀλλʼ ὁμοίως ἵπποις καὶ τοῖς ἄλλοις τετράποσι ζῴοις· κυοῦσι δὲ τοὺς μὲν ἐλαχίστους μῆνας ἑκκαίδεκα, τοὺς δὲ πλείστους ὀκτωκαίδεκα.
 
τίκτουσι δὲ καθάπερ ἵπποι κατὰ τὸ πλεῖστον ἕν, καὶ τρέφουσι τὸ γεννηθὲν αἱ μητέρες ἐπʼ ἔτη ἕξ. ζῶσι δʼ οἱ πλεῖστοι καθάπερ ὁ μακροβιώτατος ἄνθρωπος, οἱ δὲ μάλιστα γηράσαντες ἔτη διακόσια.
 
εἰσὶ δὲ παρʼ Ἰνδοῖς καὶ ἐπὶ τοὺς ξένους ἄρχοντες τεταγμένοι καὶ φροντίζοντες ὅπως μηδεὶς ξένος ἀδικῆται· τοῖς δʼ ἀρρωστοῦσι τῶν ξένων ἰατροὺς εἰσάγουσι καὶ τὴν ἄλλην ἐπιμέλειαν ποιοῦνται, καὶ τελευτήσαντας θάπτουσιν, ἔτι δὲ τὰ καταλειφθέντα χρήματα τοῖς προσήκουσιν ἀποδιδόασιν.
 
οἵ τε δικασταὶ τὰς κρίσεις παρʼ αὐτοῖς ἀκριβῶς διαγινώσκουσι, καὶ πικρῶς τοῖς ἁμαρτάνουσι προσφέρονται. περὶ μὲν οὖν τῆς Ἰνδικῆς καὶ τῶν κατʼ αὐτὴν ἀρχαιολογουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
 
περὶ δὲ τῶν Σκυθῶν τῶν οἰκούντων τὴν ὅμορον χώραν ἐν μέρει διέξιμεν. οὗτοι γὰρ τὸ μὲν ἐξ ἀρχῆς ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατʼ ὀλίγον αὐξηθέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δʼ ἔθνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον.
 
τὸ μὲν οὖν πρῶτον παρὰ τὸν Ἀράξην ποταμὸν ὀλίγοι κατῴκουν παντελῶς καὶ διὰ τὴν ἀδοξίαν καταφρονούμενοι· ἕνα δὲ τῶν ἀρχαίων ἔχοντες βασιλέα φιλοπόλεμον καὶ διαφέροντα στρατηγίᾳ προσεκτήσαντο χώραν, τῆς μὲν ὀρεινῆς ἕως πρὸς τὸν Καύκασον, τῆς δὲ πεδινῆς τὰ παρὰ τὸν ὠκεανὸν καὶ τὴν Μαιῶτιν λίμνην καὶ τὴν ἄλλην χώραν ἕως Τανάιδος ποταμοῦ.
 
ὕστερον δὲ μυθολογοῦσι Σκύθαι παρʼ αὑτοῖς γενέσθαι γηγενῆ παρθένον· ταύτην δʼ ἔχειν τὰ μὲν ἄνω μέρη τοῦ σώματος μέχρι τῆς ζώνης γυναικεῖα, τὰ δὲ κατώτερα ἐχίδνης. ταύτῃ δὲ Δία μιγέντα γεννῆσαι παῖδα Σκύθην ὄνομα. τοῦτον δὲ γενόμενον ἐπιφανέστατον τῶν πρὸ αὐτοῦ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Σκύθας προσαγορεῦσαι. τῶν δὲ ἀπογόνων τούτου τοῦ βασιλέως ἀδελφοὺς δύο γενέσθαι διαφόρους ἀρετῇ, καὶ τὸν μὲν Πάλον, τὸν
 
δὲ Νάπην ὠνομάσθαι. τούτων δʼ ἐπιφανεῖς πράξεις κατεργασαμένων καὶ διελομένων τὴν βασιλείαν, ἀφʼ ἑκατέρου τοὺς λαοὺς τοὺς μὲν Πάλους, τοὺς δὲ Νάπας προσαγορευθῆναι. μετὰ δέ τινας χρόνους τοὺς ἀπογόνους τούτων τῶν βασιλέων ἀνδρείᾳ καὶ στρατηγίᾳ διενεγκόντας πολλὴν μὲν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταστρέψασθαι μέχρι τῆς Θρᾴκης, ἐπὶ δὲ θάτερα μέρη στρατεύσαντας διατεῖναι τῇ δυνάμει μέχρι τοῦ κατʼ Αἴγυπτον Νείλου.
 
πολλὰ δὲ καὶ μεγάλα τῶν ἀνὰ μέσον τούτων ἐθνῶν καταδουλωσαμένους προβιβάσαι τὴν ἡγεμονίαν τῶν Σκυθῶν τῇ μὲν ἐπὶ τὸν πρὸς ἀνατολὰς ὠκεανόν, τῇ δʼ ἐπὶ τὴν Κασπίαν θάλατταν καὶ Μαιῶτιν λίμνην· ηὐξήθη γὰρ ἐπὶ πολὺ τοῦτο τὸ ἔθνος καὶ βασιλεῖς ἔσχεν ἀξιολόγους, ἀφʼ ὧν τοὺς μὲν Σάκας προσαγορευθῆναι, τοὺς δὲ Μασσαγέτας, τινὰς δʼ Ἀριμασπούς, καὶ τούτοις ὁμοίως ἄλλους πλείονας.
 
ὑπὸ δὲ τούτων τῶν βασιλέων πολλὰ μὲν καὶ τῶν ἄλλων τῶν καταπολεμηθέντων ἐθνῶν μετῳκίσθαι, δύο δὲ μεγίστας ἀποικίας γενέσθαι, τὴν μὲν ἐκ τῶν Ἀσσυρίων μετασταθεῖσαν εἰς τὴν μεταξὺ χώραν τῆς τε Παφλαγονίας καὶ τοῦ Πόντου, τὴν δʼ ἐκ τῆς Μηδίας παρὰ τὸν Τάναϊν καθιδρυθεῖσαν, ἧς τοὺς λαοὺς Σαυρομάτας ὀνομασθῆναι.
 
τούτους δʼ ὕστερον πολλοῖς ἔτεσιν αὐξηθέντας πορθῆσαι πολλὴν τῆς Σκυθίας, καὶ τοὺς καταπολεμηθέντας ἄρδην ἀναιροῦντας ἔρημον ποιῆσαι τὸ πλεῖστον μέρος τῆς χώρας.
 
μετὰ δὲ ταῦτα ἀναρχίας γενομένης κατὰ τὴν Σκυθίαν, ἐβασίλευσαν γυναῖκες ἀλκῇ διαφέρουσαι. ἐν τούτοις γὰρ τοῖς ἔθνεσιν αἱ γυναῖκες ἀλκῇ διαφέρουσαι. γυμνάζονται πρὸς πόλεμον παραπλησίως τοῖς ἀνδράσι καὶ ταῖς ἀνδρείαις οὐδὲν λείπονται τῶν ἀνδρῶν. διὸ καὶ γυναικῶν ἐπιφανῶν πολλαὶ καὶ μεγάλαι πράξεις ἐπετελέσθησαν οὐ μόνον κατὰ τὴν Σκυθίαν, ἀλλὰ καὶ κατὰ τὴν ὅμορον ταύτης χώραν.
 
Κύρου μὲν γὰρ τοῦ Περσῶν βασιλέως πλεῖστον ἰσχύσαντος τῶν καθʼ αὑτὸν καὶ στρατεύσαντος ἀξιολόγοις δυνάμεσιν εἰς τὴν Σκυθίαν, ἡ βασίλισσα τῶν Σκυθῶν τό τε στρατόπεδον τῶν Περσῶν κατέκοψε καὶ τὸν Κῦρον αἰχμάλωτον γενόμενον ἀνεσταύρωσε· τό τε συσταθὲν ἔθνος τῶν Ἀμαζόνων τοσοῦτον ἀνδρείᾳ διήνεγκεν ὥστε μὴ μόνον πολλὴν χώραν ὅμορον καταδραμεῖν, ἀλλὰ καὶ πολλὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καταστρέψασθαι.
 
ἡμεῖς δʼ ἐπειδὴ περὶ τῶν Ἀμαζονίδων ἐμνήσθημεν, οὐκ ἀνοίκειον εἶναι νομίζομεν διελθεῖν περὶ αὐτῶν, εἰ καὶ διὰ τὴν παραδοξολογίαν μύθοις ὅμοια φανήσεται τὰ ῥηθέντα.
 
παρὰ τὸν Θερμώδοντα τοίνυν ποταμὸν ἔθνους κρατοῦντος γυναικοκρατουμένου, καὶ τῶν γυναικῶν ὁμοίως τοῖς ἀνδράσι τὰς πολεμικὰς χρείας μεταχειριζομένων, φασὶ μίαν ἐξ αὐτῶν βασιλικὴν ἐξουσίαν ἔχουσαν ἀλκῇ καὶ ῥώμῃ διενεγκεῖν· συστησαμένην δὲ γυναικῶν στρατόπεδον γυμνάσαι τε τοῦτο καί τινας τῶν ὁμόρων καταπολεμῆσαι.
 
αὐξομένης δὲ τῆς περὶ αὐτὴν ἀρετῆς τε καὶ δόξης συνεχῶς ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν στρατεύειν, καὶ τῆς τύχης εὐροούσης φρονήματος ἐμπίμπλασθαι, καὶ θυγατέρα μὲν Ἄρεος αὑτὴν προσαγορεῦσαι, τοῖς δʼ ἀνδράσι προσνεῖμαι τὰς ταλασιουργίας καὶ τὰς τῶν γυναικῶν κατʼ οἴκους ἐργασίας. νόμους τε καταδεῖξαι, διʼ ὧν τὰς μὲν γυναῖκας ἐπὶ τοὺς πολεμικοὺς ἀγῶνας προάγειν, τοῖς δʼ ἀνδράσι ταπείνωσιν καὶ δουλείαν περιάπτειν.
 
τῶν δὲ γεννωμένων τοὺς μὲν ἄρρενας ἐπήρουν τά τε σκέλη καὶ τοὺς βραχίονας, ἀχρήστους κατασκευάζοντες πρὸς τὰς πολεμικὰς χρείας, τῶν δὲ θηλυτερῶν τὸν δεξιὸν μαστὸν ἐπέκαον, ἵνα μὴ κατὰ τὰς ἀκμὰς τῶν σωμάτων ἐπαιρόμενος ἐνοχλῇ· ἀφʼ ἧς αἰτίας συμβῆναι τὸ ἔθνος τῶν Ἀμαζόνων ταύτης τυχεῖν τῆς προσηγορίας.
 
καθόλου δὲ διαφέρουσαν αὐτὴν συνέσει καὶ στρατηγίᾳ πόλιν μὲν κτίσαι μεγάλην παρὰ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, τοὔνομα Θεμίσκυραν, καὶ βασίλεια κατασκευάσαι περιβόητα, κατὰ δὲ τὰς στρατείας ἐπιμελομένην πολὺ τῆς εὐταξίας τὸ μὲν πρῶτον καταπολεμῆσαι πάντας τοὺς ὁμόρους μέχρι τοῦ Τανάιδος ποταμοῦ.
 
καὶ ταύτην μέν φασι ταύτας τὰς πράξεις ἐπιτελεσαμένην καὶ κατά τινα μάχην λαμπρῶς ἀγωνισαμένην ἡρωικῶς τελευτῆσαι τὸν βίον.
 
διαδεξαμένην δὲ τὴν ταύτης θυγατέρα τὴν βασιλείαν ζηλῶσαι μὲν τὴν ἀρετὴν τῆς μητρός, ὑπερβαλέσθαι δὲ ταῖς κατὰ μέρος πράξεσι. τὰς μὲν γὰρ παρθένους ἀπὸ τῆς πρώτης ἡλικίας ἔν τε ταῖς θήραις γυμνάζειν καὶ καθʼ ἡμέραν ἀσκεῖν τὰ πρὸς πόλεμον ἀνήκοντα, καταδεῖξαι δὲ καὶ θυσίας μεγαλοπρεπεῖς Ἄρει τε καὶ Ἀρτέμιδι τῇ προσαγορευομένῃ Ταυροπόλῳ·
 
στρατεύσασαν δʼ εἰς τὴν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταπολεμῆσαι πάντα τὰ ἔθνη τὰ συνεχῆ μέχρι τῆς Θρᾴκης· ἀνακάμψασαν δὲ μετὰ πολλῶν λαφύρων εἰς τὴν οἰκείαν ναοὺς μεγαλοπρεπεῖς κατασκευάσαι τῶν προειρημένων θεῶν, καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς ἄρχουσαν ἀποδοχῆς τυγχάνειν τῆς μεγίστης. στρατεῦσαι δὲ καὶ ἐπὶ θάτερα μέρη, καὶ πολλὴν τῆς Ἀσίας κατακτήσασθαι, καὶ διατεῖναι τῇ δυνάμει μέχρι τῆς Συρίας.
 
μετὰ δὲ τὴν ταύτης τελευτὴν ἀεὶ τὰς προσηκούσας τῷ γένει διαδεχομένας τὴν βασιλείαν ἄρξαι μὲν ἐπιφανῶς, αὐξῆσαι δὲ τὸ ἔθνος τῶν Ἀμαζονίδων δυνάμει τε καὶ δόξῃ. μετὰ δὲ ταῦτα πολλαῖς γενεαῖς ὕστερον, διαβεβοημένης κατὰ πᾶσαν τὴν οἰκουμένην τῆς περὶ αὐτὰς ἀρετῆς, Ἡρακλέα φασὶ τὸν ἐξ Ἀλκμήνης καὶ Διὸς ἆθλον λαβεῖν παρʼ Εὐρυσθέως τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα.
 
διόπερ στρατεῦσαι μὲν αὐτόν, παρατάξει δὲ μεγάλῃ νικήσαντα τό τε στρατόπεδον τῶν Ἀμαζόνων κατακόψαι καὶ τὴν Ἱππολύτην μετὰ τοῦ ζωστῆρος ζωγρήσαντα τὸ ἔθνος τοῦτο τελέως συντρῖψαι. διόπερ τοὺς περιοικοῦντας βαρβάρους τῆς μὲν ἀσθενείας αὐτῶν καταφρονήσαντας, τῶν δὲ καθʼ ἑαυτοὺς μνησικακήσαντας, πολεμῆσαι συνεχῶς τὸ ἔθνος ἐπὶ τοσοῦτον ὥστε μηδʼ ὄνομα τοῦ γένους τῶν Ἀμαζονίδων ἀπολιπεῖν.
 
μετὰ γὰρ τὴν Ἡρακλέους στρατείαν ὀλίγοις ὕστερον ἔτεσι κατὰ τὸν Τρωικὸν πόλεμόν φασι Πενθεσίλειαν τὴν βασιλεύουσαν τῶν ὑπολελειμμένων Ἀμαζονίδων, Ἄρεος μὲν οὖσαν θυγατέρα, φόνον δʼ ἐμφύλιον ἐπιτελεσαμένην, φυγεῖν ἐκ τῆς πατρίδος διὰ τὸ μύσος. συμμαχήσασαν δὲ τοῖς Τρωσὶ μετὰ τὴν Ἕκτορος τελευτὴν πολλοὺς ἀνελεῖν τῶν Ἑλλήνων, ἀριστεύσασαν δʼ αὐτὴν ἐν τῇ παρατάξει καταστρέψαι τὸν βίον ἡρωικῶς ὑπʼ Ἀχιλλέως ἀναιρεθεῖσαν.
 
τῶν μὲν οὖν Ἀμαζονίδων ἐσχάτην ταύτην λέγουσιν ἀνδρείᾳ διενεγκεῖν, καὶ τὸ λοιπὸν ἀεὶ τὸ ἔθνος ταπεινούμενον ἀσθενῆσαι παντελῶς· διὸ καὶ κατὰ τοὺς νεωτέρους καιρούς, ἐπειδάν τινες περὶ τῆς αὐτῶν ἀνδρείας διεξίωσι, μύθους ἡγοῦνται πεπλασμένους τὰς περὶ τῶν Ἀμαζονίδων ἀρχαιολογίας.
 
ἡμεῖς δʼ ἐπεὶ τὰ πρὸς ἄρκτους κεκλιμένα μέρη τῆς Ἀσίας ἠξιώσαμεν ἀναγραφῆς, οὐκ ἀνοίκειον εἶναι νομίζομεν τὰ περὶ τῶν Ὑπερβορέων μυθολογούμενα διελθεῖν. τῶν γὰρ τὰς παλαιὰς μυθολογίας ἀναγεγραφότων Ἑκαταῖος καί τινες ἕτεροί φασιν ἐν τοῖς ἀντιπέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν εἶναι νῆσον οὐκ ἐλάττω τῆς Σικελίας. ταύτην ὑπάρχειν μὲν κατὰ τὰς ἄρκτους, κατοικεῖσθαι δὲ ὑπὸ τῶν ὀνομαζομένων Ὑπερβορέων ἀπὸ τοῦ πορρωτέρω κεῖσθαι τῆς βορείου πνοῆς· οὖσαν δʼ αὐτὴν εὔγειόν τε καὶ πάμφορον, ἔτι δʼ εὐκρασίᾳ διαφέρουσαν, διττοὺς κατʼ ἔτος ἐκφέρειν καρπούς.
 
μυθολογοῦσι δʼ ἐν αὐτῇ τὴν Λητὼ γεγονέναι· διὸ καὶ τὸν Ἀπόλλω μάλιστα τῶν ἄλλων θεῶν παρʼ αὐτοῖς τιμᾶσθαι· εἶναι δʼ αὐτοὺς ὥσπερ ἱερεῖς τινας Ἀπόλλωνος διὰ τὸ τὸν θεὸν τοῦτον καθʼ ἡμέραν ὑπʼ αὐτῶν ὑμνεῖσθαι μετʼ ᾠδῆς συνεχῶς καὶ τιμᾶσθαι διαφερόντως. ὑπάρχειν δὲ καὶ κατὰ τὴν νῆσον τέμενός τε Ἀπόλλωνος μεγαλοπρεπὲς καὶ ναὸν ἀξιόλογον ἀναθήμασι πολλοῖς κεκοσμημένον, σφαιροειδῆ τῷ σχήματι.
 
καὶ πόλιν μὲν ὑπάρχειν ἱερὰν τοῦ θεοῦ τούτου, τῶν δὲ κατοικούντων αὐτὴν τοὺς πλείστους εἶναι κιθαριστάς, καὶ συνεχῶς ἐν τῷ ναῷ κιθαρίζοντας ὕμνους λέγειν τῷ θεῷ μετʼ ᾠδῆς, ἀποσεμνύνοντας αὐτοῦ τὰς πράξεις.
 
ἔχειν δὲ τοὺς Ὑπερβορέους ἰδίαν τινὰ διάλεκτον, καὶ πρὸς τοὺς Ἕλληνας οἰκειότατα διακεῖσθαι, καὶ μάλιστα πρὸς τοὺς Ἀθηναίους καὶ Δηλίους, ἐκ παλαιῶν χρόνων παρειληφότας τὴν εὔνοιαν ταύτην. καὶ τῶν Ἑλλήνων τινὰς μυθολογοῦσι παραβαλεῖν εἰς Ὑπερβορέους, καὶ ἀναθήματα πολυτελῆ καταλιπεῖν γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένα.
 
ὡσαύτως δὲ καὶ ἐκ τῶν Ὑπερβορέων Ἄβαριν εἰς τὴν Ἑλλάδα καταντήσαντα τὸ παλαιὸν ἀνασῶσαι τὴν πρὸς Δηλίους εὔνοιάν τε καὶ συγγένειαν. φασὶ δὲ καὶ τὴν σελήνην ἐκ ταύτης τῆς νήσου φαίνεσθαι παντελῶς ὀλίγον ἀπέχουσαν τῆς γῆς καί τινας ἐξοχὰς γεώδεις ἔχουσαν ἐν αὐτῇ φανεράς.
 
λέγεται δὲ καὶ τὸν θεὸν δι’ ἐτῶν ἐννεακαίδεκα καταντᾶν εἰς τὴν νῆσον, ἐν οἷς αἱ τῶν ἄστρων ἀποκαταστάσεις ἐπὶ τέλος ἄγονται· καὶ διὰ τοῦτο τὸν ἐννεακαιδεκαετῆ χρόνον ὑπὸ τῶν Ἑλλήνων Μέτωνος ἐνιαυτὸν ὀνομάζεσθαι.
 
κατὰ δὲ τὴν ἐπιφάνειαν ταύτην τὸν θεὸν κιθαρίζειν τε καὶ χορεύειν συνεχῶς τὰς νύκτας ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς ἐπὶ τοῖς ἰδίοις εὐημερήμασι τερπόμενον. βασιλεύειν δὲ τῆς πόλεως ταύτης καὶ τοῦ τεμένους ἐπάρχειν τοὺς ὀνομαζομένους Βορεάδας, ἀπογόνους ὄντας Βορέου, καὶ κατὰ γένος ἀεὶ διαδέχεσθαι τὰς ἀρχάς.
 
τούτων δʼ ἡμῖν διευκρινημένων μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἕτερα μέρη τῆς Ἀσίας τὰ μὴ τετευχότα τῆς ἀναγραφῆς, καὶ μάλιστα τὰ κατὰ τὴν Ἀραβίαν. αὕτη γὰρ κεῖται μὲν μεταξὺ Συρίας καὶ τῆς Αἰγύπτου, πολλοῖς δὲ καὶ παντοδαποῖς ἔθνεσι διείληπται. τὰ μὲν οὖν πρὸς τὴν ἕω μέρη κατοικοῦσιν Ἄραβες οὓς ὀνομάζουσι Ναβαταίους, νεμόμενοι χώραν τὴν μὲν ἔρημον, τὴν δὲ ἄνυδρον, ὀλίγην δὲ καρποφόρον.
 
ἔχουσι δὲ βίον λῃστρικόν, καὶ πολλὴν τῆς ὁμόρου χώρας κατατρέχοντες λῃστεύουσιν, ὄντες δύσμαχοι κατὰ τοὺς πολέμους. κατὰ γὰρ τὴν ἄνυδρον χώραν λεγομένην κατεσκευακότες εὔκαιρα φρέατα, καὶ ταῦτα πεποιηκότες τοῖς ἀλλοεθνέσιν ἄγνωστα, συμφεύγουσιν εἰς τὴν χώραν ταύτην ἀκινδύνως.
 
αὐτοὶ μὲν γὰρ εἰδότες τὰ κατακεκρυμμένα τῶν ὑδάτων, καὶ ταῦτʼ ἀνοίγοντες, χρῶνται δαψιλέσι ποτοῖς· οἱ δὲ τούτους ἐπιδιώκοντες ἀλλοεθνεῖς σπανίζοντες τῆς ὑδρείας διὰ τὴν ἄγνοιαν τῶν φρεάτῶν, οἱ μὲν ἀπόλλυνται διὰ τὴν σπάνιν τῶν ὑδάτων, οἱ δὲ πολλὰ κακοπαθήσαντες μόγις εἰς τὴν οἰκείαν σώζονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme