Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

46.3 μετὰ δὲ τὴν ταύτης τελευτὴν ἀεὶ τὰς προσηκούσας τῷ γένει διαδεχομένας τὴν βασιλείαν ἄρξαι μὲν ἐπιφανῶς, αὐξῆσαι δὲ τὸ ἔθνος τῶν Ἀμαζονίδων δυνάμει τε καὶ δόξῃ. μετὰ δὲ ταῦτα πολλαῖς γενεαῖς ὕστερον, διαβεβοημένης κατὰ πᾶσαν τὴν οἰκουμένην τῆς περὶ αὐτὰς ἀρετῆς, Ἡρακλέα φασὶ τὸν ἐξ Ἀλκμήνης καὶ Διὸς ἆθλον λαβεῖν παρʼ Εὐρυσθέως τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα.
46.4 διόπερ στρατεῦσαι μὲν αὐτόν, παρατάξει δὲ μεγάλῃ νικήσαντα τό τε στρατόπεδον τῶν Ἀμαζόνων κατακόψαι καὶ τὴν Ἱππολύτην μετὰ τοῦ ζωστῆρος ζωγρήσαντα τὸ ἔθνος τοῦτο τελέως συντρῖψαι. διόπερ τοὺς περιοικοῦντας βαρβάρους τῆς μὲν ἀσθενείας αὐτῶν καταφρονήσαντας, τῶν δὲ καθʼ ἑαυτοὺς μνησικακήσαντας, πολεμῆσαι συνεχῶς τὸ ἔθνος ἐπὶ τοσοῦτον ὥστε μηδʼ ὄνομα τοῦ γένους τῶν Ἀμαζονίδων ἀπολιπεῖν.
46.5 μετὰ γὰρ τὴν Ἡρακλέους στρατείαν ὀλίγοις ὕστερον ἔτεσι κατὰ τὸν Τρωικὸν πόλεμόν φασι Πενθεσίλειαν τὴν βασιλεύουσαν τῶν ὑπολελειμμένων Ἀμαζονίδων, Ἄρεος μὲν οὖσαν θυγατέρα, φόνον δʼ ἐμφύλιον ἐπιτελεσαμένην, φυγεῖν ἐκ τῆς πατρίδος διὰ τὸ μύσος. συμμαχήσασαν δὲ τοῖς Τρωσὶ μετὰ τὴν Ἕκτορος τελευτὴν πολλοὺς ἀνελεῖν τῶν Ἑλλήνων, ἀριστεύσασαν δʼ αὐτὴν ἐν τῇ παρατάξει καταστρέψαι τὸν βίον ἡρωικῶς ὑπʼ Ἀχιλλέως ἀναιρεθεῖσαν.
46.6 τῶν μὲν οὖν Ἀμαζονίδων ἐσχάτην ταύτην λέγουσιν ἀνδρείᾳ διενεγκεῖν, καὶ τὸ λοιπὸν ἀεὶ τὸ ἔθνος ταπεινούμενον ἀσθενῆσαι παντελῶς· διὸ καὶ κατὰ τοὺς νεωτέρους καιρούς, ἐπειδάν τινες περὶ τῆς αὐτῶν ἀνδρείας διεξίωσι, μύθους ἡγοῦνται πεπλασμένους τὰς περὶ τῶν Ἀμαζονίδων ἀρχαιολογίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme