Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

28.5 τοῦ πράξαντος δʼ ὁμολογοῦντος ἀδικεῖν, τὸ μὲν δικαστήριον αὐτοῦ θάνατον κατέγνω, ὁ δὲ βασιλεύς, μεγαλόψυχος ὢν καὶ τὴν ἀρχὴν τῆς ἡγεμονίας βουλόμενος ἐπιεικῆ παρέχεσθαι, τῶν τε κινδύνων ἀπέλυσε τὸν Βέλεσυν καὶ τὸν ἀποκεκομισμένον ἄργυρον καὶ χρυσὸν ἔχειν συνεχώρησεν· ὁμοίως δὲ καὶ τὴν ἐξ ἀρχῆς δοθεῖσαν ἐξουσίαν τῆς Βαβυλῶνος οὐκ ἀφείλετο, φήσας μείζονας εἶναι τὰς ἐξ αὐτοῦ προγεγενημένας εὐεργεσίας τῶν ὕστερον ἀδικημάτων.
28.6 διαβοηθείσης δὲ τῆς ἐπιεικείας οὐ τὴν τυχοῦσαν εὔνοιαν ἅμα καὶ δόξαν παρὰ τῶν ἐθνῶν ἀπηνέγκατο, πάντων κρινόντων ἄξιον εἶναι τῆς βασιλείας τὸν οὕτω προσενεχθέντα τοῖς ἀδικήσασιν.
28.7 ὁ δʼ οὖν Ἀρβάκης τοῖς κατὰ τὴν πόλιν ἐπιεικῶς προσενεχθεὶς αὐτοὺς μὲν κατὰ κώμας διῴκισε, τὰς ἰδίας κτήσεις ἑκάστοις ἀποδούς, τὴν δὲ πόλιν εἰς ἔδαφος κατέσκαψεν. ἔπειτα τόν τε ἄργυρον καὶ χρυσὸν τὸν ἐκ τῆς πυρᾶς ὑπολειφθέντα πολλῶν ὄντα ταλάντων ἀπεκόμισε τῆς Μηδίας εἰς Ἐκβάτανα.
28.8 ἡ μὲν οὖν ἡγεμονία τῶν Ἀσσυρίων ἀπὸ Νίνου διαμείνασα τριάκοντα μὲν γενεάς, ἔτη δὲ πλείω τῶν χιλίων καὶ τριακοσίων, ὑπὸ Μήδων κατελύθη τὸν προειρημένον τρόπον.
29.1 ἡμῖν δʼ οὐκ ἀνάρμοστον εἶναι δοκεῖ περὶ τῶν ἐν Βαβυλῶνι Χαλδαίων καὶ τῆς ἀρχαιότητος αὐτῶν βραχέα διελθεῖν, ἵνα μηδὲν παραλίπωμεν τῶν ἀξίων μνήμης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme