Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

1.9 ὁ δὲ Νίνος μεγαλοψύχως αὐτῷ χρησάμενος τῆς τε Ἀρμενίας συνεχώρησεν ἄρχειν καὶ φίλον ὄντα πέμπειν στρατιὰν καὶ τὴν χορηγίαν τῷ σφετέρῳ στρατοπέδῳ. ἀεὶ δὲ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Μηδίαν.
1.10 ὁ δὲ ταύτης βασιλεὺς Φάρνος παραταξάμενος ἀξιολόγῳ δυνάμει καὶ λειφθείς, τῶν τε στρατιωτῶν τοὺς πλείους ἀπέβαλε καὶ αὐτὸς μετὰ τέκνων ἑπτὰ καὶ γυναικὸς αἰχμάλωτος ληφθεὶς ἀνεσταυρώθη.
2.1 οὕτω δὲ τῶν πραγμάτων τῷ Νίνῳ προχωρούντων δεινὴν ἐπιθυμίαν ἔσχε τοῦ καταστρέψασθαι τὴν Ἀσίαν ἅπασαν τὴν ἐντὸς Τανάιδος καὶ Νείλου· ὡς ἐπίπαν γὰρ τοῖς εὐτυχοῦσιν ἡ τῶν πραγμάτων εὔροια τὴν τοῦ πλείονος ἐπιθυμίαν παρίστησι. διόπερ τῆς μὲν Μηδίας σατράπην ἕνα τῶν περὶ αὑτὸν φίλων κατέστησεν, αὐτὸς δʼ ἐπῄει τὰ κατὰ τὴν Ἀσίαν ἔθνη καταστρεφόμενος, καὶ χρόνον ἑπτακαιδεκαετῆ καταναλώσας πλὴν Ἰνδῶν καὶ Βακτριανῶν τῶν ἄλλων ἁπάντων κύριος ἐγένετο.
2.2 τὰς μὲν οὖν καθʼ ἕκαστα μάχας ἢ τὸν ἀριθμὸν ἁπάντων τῶν καταπολεμηθέντων οὐδεὶς τῶν συγγραφέων ἀνέγραψε, τὰ δʼ ἐπισημότατα τῶν ἐθνῶν ἀκολούθως Κτησίᾳ τῷ Κνιδίῳ πειρασόμεθα συντόμως ἐπιδραμεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme