Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

42.2 οἱ δʼ οὖν Μακεδόνες πυθόμενοι τὰ περὶ τὸν Εὐμενῆ κατέγνωσαν αὐτοῦ θάνατον καὶ τῶν περὶ αὐτὸν ἐπιφανῶν ἀνδρῶν πεντήκοντα, ἐν οἷς ἦν καὶ Ἀλκέτας ὁ ἀδελφὸς τοῦ Περδίκκου. ἀπέκτειναν δὲ καὶ τῶν φίλων τοῦ Περδίκκου τοὺς μάλιστα πιστοτάτους καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἀταλάντην, ἣν ἦν γεγαμηκὼς Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν παρειληφώς.
39.5 ζηλώσαντος γὰρ αὐτοῦ τὴν Περσικὴν τρυφὴν καὶ τυραννικῶς προσφερομένου τοῖς ὑποτεταγμένοις, χαλεπῶς ἔφερον ἅπαντες, μάλιστα δὲ οἱ τεταγμένοι τῶν Ἑλλήνων ἐπί τινος ἡγεμονίας.
40.10 κατασκευάζουσι δὲ καὶ ἐκ τῶν κριθῶν Αἰγύπτιοι πόμα λειπόμενον οὐ πολὺ τῆς περὶ τὸν οἶνον εὐωδίας, ὃ καλοῦσι ζῦθος.
42.3 μετὰ δὲ τὴν ἀναίρεσιν τοῦ Περδίκκου Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν ἔχων διέτριβε μὲν περὶ τὸ Πηλούσιον, ὡς δʼ ἐπύθετο τὴν τῆς γυναικὸς ἀναίρεσιν καὶ τοῦ Περδίκκου, τὸν στόλον ἀναλαβὼν ἐξέπλευσε καὶ κατήντησεν εἰς Τύρον.
34.6 διόπερ τῶν κατὰ τὴν στρατιὰν καὶ κατὰ ἔθνη καὶ κατὰ πόλεις ἀλλήλοις ὁμιλούντων καὶ τοῦ Παυσανίου τῆς βαρύτητος καταλαλούντων, Πελοποννήσιοί τινες μὲν καταλιπόντες αὐτὸν εἰς Πελοπόννησον ἀπέπλευσαν, καὶ πρέσβεις ἀποστείλαντες κατηγόρουν τοῦ Παυσανίου, Ἀριστείδης δὲ ὁ Ἀθηναῖος τῷ καιρῷ χρώμενος ἐμφρόνως ἐν ταῖς κοινολογίαις ἀνελάμβανε τὰς πόλεις καὶ διὰ τῆς ὁμιλίας προσαγόμενος ἰδίας ἐποίησε τοῖς Ἀθηναίοις. ἔτι δὲ μᾶλλον συνήργησε καὶ τὸ αὐτόματον τοῖς Ἀθηναίοις διὰ ταύτας τὰς αἰτίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme