Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

17.6 οὔσης ἀσήπτου ταύτης τῆς ὕλης. ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν ἐπιμέλειαν καὶ πᾶσαν ἐπελθὼν τὴν Ἰνδικὴν ἤθροισε δύναμιν πολὺ μείζονα τῆς Σεμιράμιδι συναχθείσης.
17.7 ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων θήραν καὶ πολλαπλασιάσας τοὺς προϋπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς λαμπρῶς·
17.8 διὸ %5καὶ συνέβαινε κατὰ τὴν ἔφοδον αὐτῶν διά τε τὸ πλῆθος καὶ τὴν ἐπὶ τῶν θωρακίων κατασκευὴν ἀνυπόστατον %5ἀνθρωπίνῃ φύσει φαίνεσθαι τὴν ἐπιφάνειαν.
18.1 ἐπεὶ δʼ αὐτῷ πάντα τὰ πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καθʼ ὁδὸν οὖσαν ἀπέστειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηθεῖσα· πολλὰ δὲ καὶ ἄρρητα κατʼ αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων καὶ θεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῷ προσηλώσειν.
18.2 ἡ δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν πειράσεσθαι τῆς περὶ αὐτὴν ἀρετῆς. ἐπεὶ δὲ προάγουσα μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰνδὸν ποταμὸν παρεγενήθη, κατέλαβε τὰ τῶν πολεμίων πλοῖα πρὸς μάχην ἕτοιμα.
18.3 διόπερ καὶ αὐτὴ καταρτίσασα ταχέως τὰς ναῦς καὶ πληρώσασα τῶν κρατίστων ἐπιβατῶν συνεστήσατο κατὰ τὸν ποταμὸν ναυμαχίαν, συμφιλοτιμουμένων καὶ τῶν παρεμβεβληκότων παρὰ τὸ ῥεῖθρον πεζῶν.
18.4 ἐπὶ πολὺν δὲ χρόνον τοῦ κινδύνου παρατείνοντος καὶ προθύμως ἑκατέρων ἀγωνισαμένων, τὸ τελευταῖον ἡ Σεμίραμις ἐνίκησε καὶ διέφθειρε τῶν πλοίων περὶ χίλια, συνέλαβε δʼ αἰχμαλώτους μαλώτους οὐκ ὀλίγους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme