Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

34.3 ἀκολούθως δὲ τούτῳ καὶ τῶν φίλων τοῦ Πτολεμαίου διαγωνιζομένων τὸ μὲν ἐχόμενον θηρίον κατακοντισθέντος τοῦ κυβερνῶντος αὐτὸ Ἰνδοῦ παντελῶς ἄχρηστον ἐγένετο.
36.5 ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαίοις πρὸς Αἰκολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον κατοικοῦντας συνέστη πόλεμος, καὶ πρὸς μὲν Αἰκολανοὺς μάχην συνάψαντες ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνεῖλον, μετὰ δὲ ταῦτα τὸ Τοῦσκλον ἐξεπολιόρκησαν καὶ τὴν τῶν Αἰκολανῶν πόλιν ἐχειρώσαντο.
38.3 παρήκειν δὲ τῆς νήσου τὸν περικλυζόμενον πάντα τόπον ἀπὸ μὲν τῆς Λιβύης θῖνας ἔχοντας ἅμμου μέγεθος ἀέριον, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοὺς κατερρωγότας. ὑπάρχειν δʼ ἐν αὐτῇ καὶ μέταλλα χρυσοῦ τε καὶ ἀργύρου καὶ σιδήρου καὶ χαλκοῦ· πρὸς δὲ τούτοις ἔχειν πλῆθος ἐβένου, λίθων τε πολυτελῶν γένη παντοδαπά.
34.4 ἐπὶ πολὺν δὲ χρόνον τῆς τειχομαχίας συνεστώσης οἱ μὲν περὶ τὸν Περδίκκαν ἐκ διαδοχῆς προσβάλλοντες πᾶσαν σπουδὴν εἰσεφέροντο κατὰ κράτος ἑλεῖν τὸ χωρίον, ὁ δὲ Πτολεμαῖος, αὐτὸς ἀριστεύων καὶ τοὺς φίλους παρακαλῶν ἐνδείξασθαι τὴν εὔνοιαν ἅμα καὶ τὴν ἀρετήν, ἡρωικοὺς ἀγῶνας συνεστήσατο.
41.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἀδείμαντος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Μάρκος Φάβιος Οὐιβλανὸς καὶ Λεύκιος Οὐαλέριος Πόπλιος. ἐπὶ δὲ τούτων Θεμιστοκλῆς διὰ τὴν στρατηγίαν καὶ ἀγχίνοιαν ἀποδοχῆς ἔτυχεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς Ἕλλησι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme