Book 2
37.4
ὁ δʼ Εὐμενὴς ἐπεβάλετο μὲν κολάσαι τὴν ἀθεσίαν τῶν παραβεβηκότων τοὺς ὅρκους καὶ διώκειν ἐκ ποδῶν τὴν φάλαγγα, οὐδὲν δὲ δυνάμενος πρᾶξαι διά τε τὰς ἀρετὰς τῶν ἀποχωρούντων καὶ διὰ τὴν ἐκ τῶν τραυμάτων ἐλάττωσιν ἀπέγνω τὸν διωγμόν. οὗτος μὲν οὖν ἐπιφανεῖ μάχῃ νικήσας καὶ δύο μεγάλους ἡγεμόνας ἀνελὼν μεγάλης ἔτυχε δόξης.
39.1
κατὰ δὲ τὴν Ἑλλάδα Ἀθηναῖοι μὲν μετὰ τὴν ἐν Πλαταιαῖς νίκην μετεκόμισαν ἐκ Τροιζῆνος καὶ Σαλαμῖνος τέκνα καὶ γυναῖκας εἰς τὰς Ἀθήνας, εὐθὺς δὲ καὶ τὴν πόλιν ἐπεχείρησαν τειχίζειν καὶ τῶν ἄλλων τῶν πρὸς ἀσφάλειαν ἀνηκόντων ἐπιμέλειαν ἐποιοῦντο.
41.5
εἰς δὲ τὴν Αἴγυπτον ἐμβάλλει τῇ μὲν δέκα σταδίων, τῇ δʼ ἔλαττον τούτων, οὐκ ἐπʼ εὐθείας φερόμενος, ἀλλὰ καμπὰς παντοίας ποιούμενος· ποτὲ μὲν γὰρ ἑλίττεται πρὸς τὴν ἕω, ποτὲ δὲ πρὸς τὴν ἑσπέραν, ἔστι δʼ ὅτε πρὸς τὴν μεσημβρίαν,
33.1
Ἀντίπατρος δὲ τοὺς ἀπὸ τῆς φυγῆς διασωθέντας ἐκδεξάμενος καὶ προσαναλαβὼν προῆγεν ἐπὶ Κιλικίαν, σπεύδων βοηθῆσαι τῷ Πτολεμαίῳ. Περδίκκας δὲ πυθόμενος τὴν κατὰ τὸν Εὐμενῆ νίκην πολλῷ θρασύτερος ἐγένετο πρὸς τὴν εἰς Αἴγυπτον στρατείαν· ὡς δʼ ἐγγὺς ἐγένετο τοῦ Νείλου, κατεστρατοπέδευσεν οὐ μακρὰν πόλεως Πηλουσίου.
39.2
Λακεδαιμόνιοι δʼ ὁρῶντες τοὺς Ἀθηναίους ἐν ταῖς ναυτικαῖς δυνάμεσι περιπεποιημένους δόξαν μεγάλην, ὑπώπτευσαν αὐτῶν τὴν αὔξησιν, καὶ διέγνωσαν κωλύειν τοὺς Ἀθηναίους ἀνοικοδομεῖν τὰ τείχη.