Book 2
31.2
γνωρισθέντες γὰρ ἀπό τε τῶν ἵππων καὶ τῶν ἄλλων ἐπισήμων συνεπλάκησαν ἀλλήλοις καὶ τῇ καθʼ αὑτοὺς μονομαχίᾳ τὴν νίκην ἐποίησαν ἀκολουθῆσαι. τὸ μὲν οὖν πρῶτον τοῖς ξίφεσιν ἀλλήλων καθικόμενοι παράδοξον καὶ παντελῶς ἐξηλλαγμένην μονομαχίαν συνεστήσαντο· ἐκφερόμενοι γὰρ τῷ θυμῷ καὶ τῇ πρὸς ἀλλήλους δυσμενείᾳ ταῖς ἀριστεραῖς χερσὶν ἀφέντες τὰς ἡνίας ἀλλήλων ἐδράξαντο. οὗ συμβάντος οἱ μὲν ἵπποι κατὰ τὴν ὁρμὴν ὑπεξέδραμον, αὐτοὶ δʼ ἔπεσον ἐπὶ τὴν γῆν.
38.1
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμοσθένους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Καίσων Φάβιος καὶ Λεύκιος Αἰμίλιος Μάμερκος. ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν πολλή τις εἰρήνη κατεῖχε τὴν νῆσον, τῶν μὲν Καρχηδονίων εἰς τέλος τεταπεινωμένων, τοῦ δὲ Γέλωνος ἐπιεικῶς προεστηκότος τῶν Σικελιωτῶν καὶ πολλὴν εὐνομίαν τε καὶ πάντων τῶν ἐπιτηδείων εὐπορίαν παρεχομένου ταῖς πόλεσι.
40.7
ἐπὶ μὲν γὰρ τῶν ἀρχαίων χρόνων ἔσχε κώμας ἀξιολόγους καὶ πόλεις πλείους τῶν μυρίων καὶ ὀκτακισχιλίων, ὡς ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς ὁρᾶν ἔστι κατακεχωρισμένον, ἐπὶ δὲ Πτολεμαίου τοῦ Λάγου πλείους τῶν τρισμυρίων ἠριθμήθησαν, ὧν τὸ πλῆθος διαμεμένηκεν ἕως τῶν καθʼ ἡμᾶς χρόνων.
31.3
τῆς δʼ ἐπαναστάσεως διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ πτώματος χαλεπῶς γινομένης ἀμφοτέροις, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τὰ σώματα, ὁ μὲν Εὐμενὴς ἔφθασε, πρότερος διαναστάς, τοῦ Νεοπτολέμου τὴν ἰγνὺν πατάξαι.