Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 2

3 ὁ δʼ Εὐμενὴς μετὰ τῆς δοθείσης δυνάμεως παρελθὼν ἐπὶ τὸν Ἑλλήσποντον καὶ προκατασκευασάμενος ἐκ τῆς ἰδίας σατραπείας ἵππων πλῆθος ἐκόσμησε τὴν στρατιάν, ἐλλειπῆ καθεστῶσαν κατὰ τοῦτο τὸ μέρος.
31.3 δόξαντες γὰρ οἱ περὶ τὸν Λεωτυχίδην τὸν Ξέρξην ἐκ τῶν Σάρδεων ἐπιέναι μετὰ τῆς δυνάμεως, ἐφοβήθησαν, καὶ ταραχῆς γενομένης ἐν τῷ στρατοπέδῳ διεφέροντο πρὸς ἀλλήλους· οἱ μὲν γὰρ ἔφασαν τὴν ταχίστην δεῖν εἰς τὰς ναῦς ἀπιέναι, οἱ δὲ μένειν καὶ τεθαρρηκότως παρατάξασθαι. ἔτι δʼ αὐτοῖς τεθορυβημένοις ἐπεφάνησαν οἱ Πέρσαι διεσκευασμένοι καταπληκτικῶς καὶ μετὰ βοῆς ἐπιφερόμενοι.
38.4 τῶν δὲ πρὸς τὴν ἀνατολὴν νευόντων μερῶν τὰ μὲν ὁ ποταμὸς ὠχύρωκε, τὰ δʼ ἔρημος περιέχει καὶ πεδία τελματώδη τὰ προσαγορευόμενα Βάραθρα. ἔστι γὰρ ἀνὰ μέσον τῆς Κοίλης Συρίας καὶ τῆς Αἰγύπτου λίμνη τῷ μὲν πλάτει στενὴ παντελῶς, τῷ δὲ βάθει θαυμάσιος, τὸ δὲ μῆκος ἐπὶ διακοσίους παρήκουσα σταδίους, ἣ προσαγορεύεται μὲν Σερβωνίς, τοῖς δʼ ἀπείροις τῶν προσπελαζόντων ἀνελπίστους ἐπιφέρει κινδύνους.
34.4 τῶν δὲ περὶ Κρατερὸν καὶ Ἀντίπατρον περαιωσάντων τὰς δυνάμεις ἐκ τῆς Εὐρώπης ὁ μὲν Νεοπτόλεμος φθονήσας τῷ Εὐμενεῖ καὶ περὶ αὑτὸν ἔχων Μακεδονικὴν δύναμιν ἀξιόλογον λάθρᾳ διεπρεσβεύσατο πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον καὶ συνθέμενος κοινοπραγίαν ἐπεβούλευσε τῷ Εὐμενεῖ. καταφανὴς δὲ γενόμενος καὶ συναναγκασθεὶς μάχην συνάψαι αὐτός τε ἐκινδύνευσεν ἀναιρεθῆναι καὶ τὴν δύναμιν σχεδὸν ἅπασαν ἀπέβαλεν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme